Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ ΚΔ' τοῦ αὐτοῦ μηνός, Προεόρτια τοῦ Εὐαγγελισμοῦ τῆς Ὑπεραγίας
Θεοτόκου, καὶ Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἀρτέμονος, Ἐπισκόπου
Σελευκείας τῆς Πισιδείας.
Στίχοι
Τὴν σάρκα ῥίψας, ὡς ἔλυτρον, Ἀρτέμων,
Οὐ γῆς ἔχων τι στέλλεται τὴν πρὸς πόλον.
Εἰκάδι ἀμφὶ τετάρτῃ ἐδέξατο Ἀρτέμον Ἐδέμ.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος, Ἀρτέμονος, Πρεσβυτέρου Λαοδικείας.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Ζαχαρίας ἐν εἰρήνῃ τελειοῦται.
Στίχοι
Θεῷ πρὸς ἰσχὺν ἐξομοιωθείς, Πάτερ,
Υἱῷ Θεοῦ σύγκληρος ἐκστὰς γῆς γίνῃ.
Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι ὀκτὼ Μάρτυρες, οἱ ἐκ Καισαρείας τῆς Παλαιστίνης, ξίφει τελειοῦνται.
Στίχοι
Σωτῆρος ὀκτάριθμος ἐτμήθη φάλαγξ,
Τοῦ πρὶν περιτμηθέντος ὀκταημέρου.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Μαρτῖνος ὁ Θηβαῖος ἐν εἰρήνῃ τελειοῦται.
Στίχοι
Καλῷ τραφεὶς κάλλιστα γήρᾳ, Μαρτῖνε,
Θανὼν θανοῦσι προστέθεισαι Πατράσι.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
Πηγή: Μηναῖον Μαρτίου & glt.goarch.org
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου