Ἀπολυτίκιον. Ἦχος γ’. Θείας πίστεως.
Κλέος ἄφθαρτον, εἰσεποιήσω,
ὡς ἀθλήσασα, ἀνδρειοφρόνως,
Καλλινίκη Ἀθληφόρε πανεύφημε·
τῷ γὰρ οἰκείῳ σου αἵματι πάνσεμνε,
τὸ τοῦ Νυμφίου σου πάθος ἐδόξασας.
Μάρτυς ἔνδοξε, Χριστὸν τὸν Θεὸν ἱκέτευε,
δωρήσασθαι ἡμῖν τὸ
μέγα ἔλεος.
Κοντάκιον. Ἦχος δ’. Ἐπεφάνης σήμερον.
Ἐν ἀθλήσει ἤνεγκας, πλείστας ὀδύνας,
Καλλινίκη ἔνδοξε, καὶ καταβέβληκας ἐχθρόν·
ὅθεν τῆς νίκης τὸν στέφανον,
παρὰ Κυρίου, ἀξίως ἀπείληφας.
Μεγαλυνάριον.
Πόθῳ τετρωμένη τῷ τοῦ Χριστοῦ,
Μάρτυς Καλλινίκη, ἠγωνίσω ἀθλητικῶς·
ὅθεν οὐρανίων, θαλάμων ἠξιώθης,
ὑπὲρ ἡμῶν Κυρίῳ, ἀεὶ πρεσβεύουσα.
Πηγή: synaxarion.gr
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου