Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ Θ' τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ἁγίου Ἀποστόλου Ματθία.
Στίχοι
Ἐξῆλθεν ἀρθείς, Ἰούδας ἐπὶ βρόχου,
Εἰσῆλθεν ἀρθείς, Ματθίας ἐπὶ ξύλου.
Ἤρθη ἀμφ' ἐνάτῃ ξύλῳ ἠύθεος Ματθίας.
Τῇ
αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων δέκα μαρτύρων, τῶν διὰ τὴν Ἁγίαν Εἰκόνα τοῦ
Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ τοῦ Θεοῦ, τὴν ἐν τῇ Χαλκῇ πύλῃ, ἀθλησάντων,
Ἰουλιανοῦ, Μαρκιανοῦ, Ἰωάννου, Ἰακώβου, Ἀλεξίου, Δημητρίου, Φωτίου,
Πέτρου, Λεοντίου, καὶ Μαρίας τῆς Πατρικίας.
Στίχοι
Ἐχθρὸν Θεοῦ κτείναντες ἄνδρες ἐννέα,
Φίλοι γίνονται τῷ Θεῷ διὰ ξίφους.
Ἐμοῦ τραχήλου Σῶτερ αἷμα προσδέχου,
Μαρία φησίν, ὡς τὸ μύρον Μαρίας.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς Ἀθλήσεως τοῦ Ἁγίου μάρτυρος Ἀντωνίου.
Ὁ ὅσιος ἡμῶν Ψόης εὐχόμενος τελειοῦται.
Τῇ
αὐτῇ ἡμέρᾳ, μνήμη τῆς εὑρέσεως τῆς ἀχειροποιήτου καὶ σεβασμίας Εἰκόνος
τῶν Καμουλιανῶν, ἥπερ εὕρεσις συνεγράφη παρὰ τοῦ ἐν Ἁγίοις Γρηγορίου
Ἐπισκόπου Νύσσης.
Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, ὁ Θεὸς ἐλέησον ἡμᾶς. Ἀμήν.
Πηγή: Μηναῖον Αὐγούστου & glt.goarch.org
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου