Οἴμοι! ὁ Ἀδάμ, ἐν θρήνῳ κέκραγεν, ὅτι ὄφις καί γυνή,
θεϊκῆς παρρησίας με ἔξωσαν, καί Παραδείσου τῆς τρυφῆς
ξύλου βρῶσις ἠλλοτρίωσεν.
Οἴμοι! οὐ φέρω λοιπόν τό ὄνειδος·
ὁ ποτέ βασιλεύς τῶν ἐπιγείων πάντων κτισμάτων Θεοῦ,
νῦν αὶχμάλωτος ὤφθην, ὑπό μιᾶς ἀθέσμου συμβουλῆς· καί
ὁ ποτέ δόξαν ἀθανασίας ἠμφιασμένος, τῆς νεκρώσεως τήν δοράν,
ὡς θνητός ἐλεεινός περιφέρω.
Οἴμοι! τίνα τῶν θρήνων συνεργάτην, ποιήσομαι;
Ἀλλά σύ Φιλάνθρωπε, ὁ ἐκ γῆς δημιουργήσας με, εὐσπλαχνίαν φορέσας,
τῆς δουλείας τοῦ ἐχθροῦ, ἀνακάλεσαι καί σῶσόν με.
Τό στάδιον τῶν ἀρετῶν ἠνέῳκται,
οἱ βουλόμενοι ἀθλῆσαι εἰσέλθετε,
ἀναζωσάμενοι τόν καλόν τῆς νηστείας ἀγῶνα·
οἱ γάρ νομίμως ἀθλοῦντες, δικαίως στεφανοῦνται· καί ἀναλαβόντες
τήν πανοπλίαν τοῦ Σταυροῦ, τῷ ἐχθρῷ ἀντιμαχησώμεθα,
ὡς τεῖχος ἄρρηκτον κατέχοντες τήν Πίστιν, καί
ὡς θώρακα τήν προσευχήν, καί περικεφαλαίαν τήν ἐλεημοσύνην·
ἀντί μαχαίρας τήν νηστείαν, ἥτις ἐκτέμνει ἀπό καρδίας πᾶσαν κακίαν.
Ὁ ποιῶν ταῦτα, τόν ἀληθινόν κομίζεται στέφανον,
παρά τοῦ Παμβασιλέως Χριστοῦ, ἐν τῇ ἡμέρᾳ τῆς Κρίσεως.
Πηγή: Τριώδιον, σελ. 75