«Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον». Ἰησοῦς Χριστός (Ἰωάν. ιστ΄33).

Δευτέρα 22 Απριλίου 2013

Τῆς Ὁσίας Μαρίας τῆς Αἰγυπτίας

Τόπους προσκυνήσασα, περιχαρῶς τοὺς ἁγίους,
ἀρετῆς ἐφόδιον, σωτηριωδέστατον, ὅθεν γέγονας,
καὶ σφοδρῶς ἔδραμες, τὴν καλὴν πορείαν,
καὶ τὸ ρεῖθρον ἐκπεράσασα, τὸ Ἰορδάνειον, 
τὸ τοῦ Βαπτισμοῦ ἐνδιαίτημα, προθύμως κατεσκήνωσας,
καὶ τν τῶν παθῶν ἀγριότητα,
διὰ πολιτείας, ἠμαύρωσας λεπτύνασα σαρκός, 
ἐν παρρησίᾳ ἀείμνηστε, Μῆτερ τὰ οἰδήματα.

Ἐθαυματούργησε Χριστέ, τοῦ Σταυροῦ σου ἡ δύναμις, 
ὅτι καὶ ἡ πρῴην Πόρνη ἀσκητικὸν ἀγῶνα ἠγωνίσατο·
ὅθεν καὶ τὸ ἀσθενὲς ἀπορριψαμένη, 
γενναίως ἀντέστη κατὰ τοῦ διαβόλου·  
διὸ καὶ τὸ βραβεῖον τῆς νίκης κομισαμένη, 
πρεσβεύει ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Χαίρουσι Μαρία, τὰ τῶν Ἀγγέλων στρατεύματα, 
τὸν ἐφάμιλλον Ὁσία βίον, τὸν ἐν σοὶ καθορῶντες, 
καὶ δόξαν τῷ Κυρίῳ κραυγάζοντες.

Ὦ ἀλλοιώσεως σεπτῆς, τῆς πρὸς τὸ κρεῖττόν σου,
μεταθέσεως σεμνή!  ὢ πόθου θεϊκοῦ 
μισήσαντος, τὰς σαρκικὰς ἡδονάς! 
ὢ πίστεως ζεούσης καὶ θείας! 
πανεύφημε Μαρία· ἢν πιστῶς εὐφημοῦμεν, 
καὶ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

 Πηγή: Τριώδιον σελ. 334, 337 & 339