«Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον». Ἰησοῦς Χριστός (Ἰωάν. ιστ΄33).

Κυριακή 8 Απριλίου 2018

ΧΡΙΣΤΟΣ ΑΝΕΣΤΗ!



Α Λ Η Θ Ω Σ   Α Ν Ε Σ Τ Η   Ο   Κ Υ Ρ Ι Ο Σ !

Τροπάρια

Φωτίζου, φωτίζου ἡ νέα Ἱερουσαλήμ· 
ἡ γὰρ δόξα Κυρίου ἐπὶ σὲ ἀνέτειλε. 
Χόρευε νῦν, καὶ ἀγάλλου Σιών· 
σὺ δὲ ἁγνή, τέρπου, Θεοτόκε, 
ἐν τῇ ἐγέρσει τοῦ τόκου σου.


Σήμερον ὁ Δεσπότης  ἐσκύλευσε τόν ᾅδην, 
 ἐγείρας τούς δεσμίους,  οὕς ἀπ᾿ αἰῶνος εἶχε 
 δεινῶς κεκρατημένους.

῍Ω θείας! ὢ φίλης! ὢ γλυκυτάτης σου φωνῆς! 
μεθ' ἡμῶν ἀψευδῶς γάρ, ἐπηγγείλω, ἔσεσθαι,
 μέχρι τερμάτων αἰῶνος Χριστέ· 
ἣν οἱ πιστοί, ἄγκυραν ἐλπίδος, 
κατέχοντες ἀγαλλόμεθα.

Ὦ Πάσχα τὸ μέγα, καὶ ἱερώτατον Χριστέ· 
Ὦ Σοφία καὶ Λόγε τοῦ Θεοῦ καὶ δύναμις·
δίδου ἡμῖν ἐκτυπώτερον, σοῦ μετασχεῖν, 
ἐν τῇ ἀνεσπέρῳ, ἡμέρα τῆς Βασιλείας σου. 

Χαῖρε Παρθένε χαῖρε· χαῖρε εύλογημένη· 
χαῖρε δεδοξασμένη· σὸς γὰρ Υἱος ἀνέστη, 
τριήμερος ἐκ τάφου. 

 Εὐφραίνου, ἀγάλλου, ἡ θεία πύλη τοῦ φωτός· 
ὁ γὰρ δύνας ἐν τάφῳ, Ἰησοῦς ἀνέτειλε, 
λάμψας ἡλίου φαιδρότερον, 
καὶ τοὺς πιστοὺς πάντας καταυγάσας, 
θεοχαρίτωτε Δέσποινα.

Καταβασία 

Ὁ ἄγγελος ἐβόα τῇ κεχαριτωμένῃ·  
Ἁγνὴ Παρθένε, χαῖρε, καὶ πάλιν ἐρῶ· Χαῖρε· 
 ὁ σὸς υἱὸς ἀνέστη τριήμερος ἐκ τάφου.

Ὕμνοι Πεντηκοσταρίου