«Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον». Ἰησοῦς Χριστός (Ἰωάν. ιστ΄33).

Τετάρτη 30 Δεκεμβρίου 2020

Τοῦ Ἁγίου Ὁσιομάρτυρος Γεδεὼν τοῦ Νέου

 


 

Ἀπολυτίκιον. Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Ὁσίων ἰσότιμος, καὶ Ἀθλητῶν κοινωνός, 

καὶ θεῖον ἀγλάϊσμα, τῆς Καρακάλλου Μονῆς, 

ἐδείχθης μακάριε· 

σὺ γὰρ στερρῶς ἀθλήσας, τὸν ἐχθρὸν ἐτροπώσω· 

ἔνθεν Ὁσιομάρτυς, Γεδεὼν ἐδοξάσθης, 

πρεσβεύων ὑπὲρ πάντων, ἡμῶν τῶν εὐφημούντων σε.



Κοντάκιον. Ἦχος γ’. Ἡ Παρθένος σήμερον.
Ἐν ἀσκήσει πρότερον, ἐνδιαπρέψας θεόφρον,

 τῇ ἀθλήσει ὕστερον, θεοπρεπῶς ἐδοξάσθης· 

πόνοις γάρ, ἐγκαρτερήσας τοῖς ἀφορήτοις, 

ᾔσχυνας, ἐχθροῦ εἰς τέλος τὰς μεθοδείας· 

διὰ τοῦτό σε τιμῶμεν, Ὁσιομάρτυς Γεδεὼν ἔνδοξε.



Μεγαλυνάριον.
Χαίροις τῶν Ὁσίων ὁ μιμητής· 

χαίροις τῶν Μαρτύρων, θιασώτης καὶ ζηλωτής· 

ἐν γὰρ ἀμφοτέροις, νομίμως διαπρέψας, 

Ὁσιομάρτυς ὤφθης, Γεδεὼν ἔνθεος.

 

Πηγή: synaxarion.gr 

Δεν υπάρχουν σχόλια: