Τὸ δὲ τέλος πάντες ὁμόφρονες, συμπαθεῖς, φιλάδελφοι,
εὔσπλαχνοι, φιλόφρονες, μὴ ἀποδιδόντες κακὸν ἀντὶ κακοῦ
ἢ λοιδορίαν ἀντὶ λοιδορίας, τοὐναντίον δὲ εὐλογοῦντες,
εἰδότες ὅτι εἰς τοῦτο ἐκλήθητε, ἵνα εὐλογίαν κληρονομήσητε.
ὁ γὰρ θέλων ζωήν ἀγαπᾶν καί ἰδεῖν ἡμέρας ἀγαθάς
παυσάτω τήν γλῶσσαν αὐτοῦ ἀπό κακοῦ καί χείλη αὐτοῦ
τοῦ μὴ λαλῆσαι δόλον, ἐκκλινάτω ἀπό κακοῦ καί ποιησάτω ἀγαθόν,
ζητησάτω εἰρήνην καὶ διωξάτω αὐτὴν
ὅτι οἱ ὀφθαλμοὶ Κυρίου ἐπὶ δικαίους καὶ
ὧτα αὐτοῦ εἰς δέησιν αὐτῶν,
πρόσωπον δὲ Κυρίου ἐπὶ ποιοῦντας κακά.
Καὶ τὶς ὁ κακώσων ὑμᾶς, ἐάν τοῦ ἀγαθοῦ μιμηταὶ γένησθε;
ἀλλ' εἰ καὶ πάσχοιτε διὰ δικαιοσύνην, μακάριοι.
τὸν δὲ φόβον αὐτῶν μὴ φοβηθῆτε μηδὲ ταραχθῆτε,
Κύριον δὲ τὸν Θεὸν ἁγιάσατε ἐν ταῖς καρδίαις ὑμῶν,
ἕτοιμοι δὲ ἀεὶ πρὸς ἀπολογίαν παντὶ τῷ αἰτοῦντι ὑμᾶς λόγον
περὶ τῆς ἐν ὑμῖν ἐλπίδος μετὰ πραϋτητος καὶ φόβου,
συνείδησιν ἔχοντες ἀγαθήν, ἵνα ἐν ᾧ καταλαλοῦσιν ὑμῶν
ὡς κακοποιῶν, καταισχυνθῶσιν οἱ ἐπηρεάζοντες ὑμῶν
τὴν ἀγαθὴν ἐν Χριστῷ ἀναστροφήν.
κρεῖττον γὰρ ἀγαθοποιοῦντας,
εἰ θέλοι τὸ θέλημα τοῦ Θεοῦ πάσχειν ἢ κακοποιοῦντας.
Ἀπόστολος Πέτρος
(Α' Πέτρου, γ' 8-17)
Πηγή: Καινή Διαθήκη, σελ. 934