Χαίροις ὁ ζωηφόρος Σταυρός,
τῆς εὐσεβείας τό ἀήττητον τρόπαιον,
ἡ θύρα τοῦ Παραδείσου, ὁ τῶν πιστῶν στηριγμός,
τὸ τῆς Ἐκκλησίας περιτείχισμα·
δι' οὗ ἐξηφάνισται, ἡ ἀρὰ καὶ κατήργηται,
καὶ κατεπόθη, τοῦ θανάτου ἡ δύναμις
καὶ ὑψώθημεν, ἀπὸ γῆς πρὸς οὐράνια·
ὅπλον ἀκαταμάχητον, δαιμόνων ἀντίπαλε,
δόξα Μαρτύρων Ὀσίων, ὡς ἀληθῶς ἐγκαλώπισμα,
λιμὴν σωτηρίας, ὁ δωρούμενος τῷ κόσμῳ
τὸ μέγα ἔλεος.
Δεῦρο τῶν Πρωτοπλάστων δυάς,
ἡ τῆς χορείας ἐκπεσοῦσα τῆς ἄνωθεν,
τῷ φθόνῳ τοῦ βροτοκτόνου, διά πικρᾶς ἡδονῆς,
τῆς τοῦ ξύλου πάλαι ἀπογεύσεως·
ἰδοὺ τὸ πανσέβαστον , ὅντως Ξύλον προέρχεται,
ᾦ προσδράμοντες, ἐν χαρᾷ περιπτύξασθε,
καὶ βοήσατε, πρὸς αὐτὸ μετὰ πίστεως·
Σὺ ἡμῶν ἡ ἀντίληψις, Σταυρέ πανσεβάσμιε,
οὗ τοῦ καρποῦ μετασχόντες, τῆς ἀφθαρσίας ἐτύχομεν,
Ἐδὲμ τὴν προτέραν, κομισάμενοι βεβαίαν, καὶ μέγα ἔλεος.
Ὦ Τριὰς τοῖς χαρακτῆρσιν, ὦ Μονὰς τῇ μορφῇ,
Πάτερ, Υἱὲ καὶ Πνεῦμα, ἡ ὁμοδύναμος Ἑνάς,
ἐν βουλῇ καί θελήσει, καὶ κράτους ἀρχῇ,
τὸν Κόσμον σου φύλαττε, τὴν εἰρήνην βραβεύουσα.
Πηγή: Τριώδιον, σελ. 230, 231