«Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον». Ἰησοῦς Χριστός (Ἰωάν. ιστ΄33).

Τετάρτη 29 Μαΐου 2013

Τῆς Μεσοπεντηκοστῆς

Ἀπολυτίκιον. Ἦχος πλ. δ'.
 
Μεσούσης τῆς ἑορτῆς, διψῶσάν μου τὴν ψυχήν, 

εὐσεβείας πότισον νάματα· ὅτι πᾶσι Σωτὴρ ἐβόησας·

Ὁ διψῶν, ἐρχέσθω πρός με καὶ πινέτω. 

Ἡ πηγὴ τῆς ζωῆς, Χριστὲ ὁ Θεός, δόξα σοι.

Ἦχος δ'.
 
Ὁ πάντων ἐπιστάμενος, τῶν καρδιῶν λογισμούς, 

ἐν μέσῳ ἀνέκραζε τοῦ ἱεροῦ ἑστηκώς, 

τοῖς ψεύσταις λέγων ἀλήθειαν·

Τί ζητεῖτε πιάσαι, ἐμὲ τὸν Ζωοδότην; 

ἑορτῆς μεσαζούσης, ἐκβοῶν παρρησίᾳ·

Μὴ τὴν κατ' ὅψιν κρίσιν κρίνετε παράνομοι.


Ὠδῃ γ'. Ὁ Εἱρμός.

Εὐφραίνεται ἐπὶ σοὶ ἡ Ἐκκλησία σου Χριστὲ κράζουσα·

Σύ μου ἰσχὺς Κύριε, καὶ καταφυγὴ καὶ στερέωμα.


Κοντάκιον. Ἦχος δ'.

Τῆς ἑορτῆς τῆς νομικῆς μεσαζούσης, 

ὁ τῶν ἁπάντων Ποιητὴς καὶ Δεσπότης, 

πρὸς τοὺς παρόντας ἔλεγες, Χριστὲ ὁ Θεός· 

Δεῦτε καὶ ἀρύσασθε, ὕδωρ ἀθανασίας· 

ὅθεν σοι προσπίπτομεν, καὶ πιστῶς ἐκβοῶμεν·

Τοὺς οἰκτιρμούς σου δώρησαι ἡμῖν· 

σὺ γὰρ ὑπάρχεις πηγὴ τῆς ζωῆς ἡμῶν.


Πηγή: Πεντηκοστάριον, σελ. 95,96, 97 & 99