Ἀπολυτίκια.
Τῆς Θεοτόκου. Ἦχος δ'. Ταχὺ προκατάλαβε.
Πατέρων ἀθροίσθητε, πᾶσα τοῦ Ἄθω πληθύς,
πιστῶς ἑορτάζοντες, σήμερον χαίροντες,
καὶ φαιδρῶς ἀλαλάζοντες,
πάντες ἐν εὐφροσύνῃ· τοῦ Θεοῦ γὰρ ἡ Μήτηρ,
νῦν παρὰ τοῦ Ἀγγέλου, παραδόξως ὑμνεῖται·
διὸ ὡς Θεοτόκον ἀεί, ταύτην δοξάζομεν.
Ἕτερον τῆς Θεοτόκου. Ἦχος α'. Τῆς ἐρήμου πολίτης.
Τῇ σεπτῇ σου Εἰκόνι Γαβριὴλ ὁ Ἀρχάγγελος,
καταπτὰς ἐν σχήματι ξένῳ, τὴν ὡδήν σοι ἀνέμελψεν,
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, τὴν μόνην μακαρίζειν σε Ἁγνή,
ὡς Μητέρα τοῦ τῶν ὅλων Δημιουργοῦ,
καὶ σώζουσαν τοὺς κράζοντας·
ὡς Μητέρα τοῦ τῶν ὅλων Δημιουργοῦ,
καὶ σώζουσαν τοὺς κράζοντας·
δόξα τοῖς θαυμασίοις σου Ἀγνή, δόξα τοῖς μεγαλείοις σου,
δόξα τῇ πρὸς ἡμᾶς σου προνοίᾳ Ἄχραντε.
Κοντάκια
Τῆς Θεοτόκου . Ἦχος δ'. Ἐπεφάνης σήμερον.
Ἑορτάζειν σήμερον ἅπας ὁ Ἄθως,
ὅτι ὕμνους δέδεκται, ὑπὸ Ἀγγέλου θαυμαστῶς,
σοῦ τῆς Ἁγνῆς Θεομήτορος,
ἣν πᾶσα κτίσις γεραίρει δοξάζουσα.
Ἔτερον τῆς Θεοτόκου. Ἦχος πλ.δ'. Τῇ ὑπερμάχῳ.
Ὡς ἐπιστὰς ἀπ' οὐρανοῦ ἐν ξένῳ σχήματι
Ὁ Γαβριήλ τὸν Μοναστήν ἐμυσταγώγησε
Μακαρίζειν καὶ ὑμνεῖν σε ἀξίως Κόρη.
Ἀλλ' ἡμεῖς τούτου τὴν μνείαν ἑορτάζοντες
Τὴν πολλήν σου πρὸς ἡμᾶς ὑμνοῦμεν πρόνοιαν
Καὶ βοῶμέν σοι, χαῖρε Ἄθω ἡ ἔφορος.
Μεγαλυνάριον
Ἄξιον ὑμνεῖν σε διὰ παντός,
τὴν Θεοῦ Μητέρα, καὶ προστάτιν τῶν γηγενῶν,
παρὰ τοῦ Ἀγγέλου, Παρθένε διδαχθέντες,
ὑμνοῦμεν καθ' ἑκάστην, τὰ μεγαλεῖά σου.
Πηγή: Νέος Ἐνιαύσιος Στέφανος,
Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου, σελ. 349