2 καὶ περιπατεῖτε
ἐν ἀγάπῃ, καθὼς καὶ ὁ Χριστὸς ἠγάπησεν
ἡμᾶς καὶ παρέδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν
προσφορὰν καὶ θυσίαν τῷ Θεῷ εἰς ὀσμὴν
εὐωδίας.
3 πορνεία δὲ καὶ πᾶσα
ἀκαθαρσία ἢ πλεονεξία μηδὲ ὀνομαζέσθω
ἐν ὑμῖν, καθὼς πρέπει ἁγίοις,
4 καὶ αἰσχρότης καὶ μωρολογία ἢ
εὐτραπελία, τὰ οὐκ ἀνήκοντα, ἀλλὰ
μᾶλλον εὐχαριστία.
5 τοῦτο γὰρ ἔστε γινώσκοντες, ὅτι πᾶς πόρνος ἢ
ἀκάθαρτος ἢ πλεονέκτης, ὅς ἐστιν
εἰδωλολάτρης, οὐκ ἔχει κληρονομίαν
ἐν τῇ βασιλείᾳ τοῦ Χριστοῦ καὶ Θεοῦ.
6 Μηδεὶς ὑμᾶς ἀπατάτω κενοῖς λόγοις·
διὰ ταῦτα γὰρ ἔρχεται ἡ ὀργὴ τοῦ
Θεοῦ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας.
7 μὴ οὖν γίνεσθε συμμέτοχοι αὐτῶν.
8 ἦτε γάρ ποτε σκότος, νῦν δὲ φῶς
ἐν Κυρίῳ· ὡς τέκνα φωτὸς περιπατεῖτε·
9 ὁ γὰρ καρπὸς τοῦ Πνεύματος
ἐν πάσῃ ἀγαθωσύνῃ καὶ δικαιοσύνῃ
καὶ ἀληθείᾳ·
10 δοκιμάζοντες
τί ἐστιν εὐάρεστον τῷ Κυρίῳ.
Ἀπόστολος Παῦλος
(Ἐφεσίους, ε' 1-10)
Πηγή: Καινή Διαθήκη, σελ. 779