«Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον». Ἰησοῦς Χριστός (Ἰωάν. ιστ΄33).

Τετάρτη 24 Ιουλίου 2013

Τῆς Ἁγίας Μεγαλομάρτυρος Χριστίνης

Ἦχος δ'. Ἔδωκας σημείωσιν.
Θείαις ἐπιγνώσεσι, τὴν καθαράν σου διάνοιαν,
καταυγάσας ὁ Κύριος, ἀγνοίας λυτροῦταί σε,
βαθυτάτου σκότους, ἥλιος ὑπάρχων,
δικαιοσύνης ἀληθοῦς, Μάρτυς Χριστῖνα θεομακάριστε·
ἐντεῦθεν τὰ σεβάσματα, τῆς πονηρίας συνέτριψας, 
καὶ Χριστοῦ τὰ παθήματα, καρτερῶς ἐξεικόνισας.


Δόξα. Ἦχος β'. Ἀνατολίου.
Ὡς ἀλάβαστον μύρου, τὸ αἷμά σου προσενήνοχας, 
τῷ σῷ νυμφίῳ Χριστῷ, Χριστῖνα μάρτυς ἀθληφόρε ἀήττητε·
ἀντάμειψιν δὲ εἴληφας, στέφος ἄφθαρτον παρ' αὐτοῦ ἀξιάγαστε·
ὅθεν τὸν θανόντα τοῖς δήγμασι τῶν ἰοβόλων ὄφεων, 
τῷ ρήματί σου ζῶντα ἥγειρας, τῇ ἐπικλείσι τοῦ παναγίου Πνεύματος·
διὸ καὶ οὐρανίων θαλάμων σε κατηξίωσεν,
Ἰησοῦς ὁ φιλάνθρωπος, καὶ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.


Ἀπολυτίκιον. Ἦχος πλ. α' . Τὸν συνάναρχον Λόγον.
Τοῦ πατρός σου τὴν πλάνην λιποῦσα πάνσεμνε, 
τῆς εὐσεβείας ἐδέξω τὴν θείαν ἔλλαμψιν, 
καὶ νενύμφευσαι Χριστῷ ὡς καλλιπάρθενος·
ὅθεν ἠγώνισαι στερρῶς, καὶ καθεῖλες τὸν ἐχθρόν, 
Χριστῖνα Μεγαλομάρτυς. 
Καὶ νῦν ἀπαύστως δυσώπει, 
ἐλεηθήναι τὰς ψυχὰς ἡμῶν.


Κοντάκιον. Ἦχος δ'. Ὁ ὑψωθείς ἐν τῷ Σταυρῷ. 
Φωτοειδὴς περιστερὰ ἀνεδείχθης, πτέρυγας ἔχουσα χρυσᾶς, 
καὶ εἰς ὕψος, τῶν οὐρανῶν κατέπαυσας Χριστῖνα σεμνή·
ὅθεν σου τὴν ἔνδοξον, ἑορτὴν ἐκτελοῦμεν, 
πόθῳ προσκυνοῦντές σου, τῶν λειψάνων τὴν θήκην,
ἐξ ἧς πηγάζει πᾶσιν ἀληθῶς, ἴαμα θεῖον, ψυχῆς τε καὶ σώματος.


Μεγαλυνάριον.
Κάλλει διαπρέπουσα τῆς σαρκός, 
τῆς ψυχῆς τὸ κάλλος, καθιέρωσας τῷ Χριστῷ· 
σὺ γὰρ ὦ Χριστῖνα, τὴν πλάνην ἐβδελύξω, 
καὶ ὑπὲρ φύσιν ἄθλων, ἤγειρας τρόπαια.

Πηγές: Μηναῖον Ἰουλίου, σελ. 208 
 & Νέος Ἐνιαύσιος Στέφανος, Γερασίμου 
Μοναχοῦ Μικραγιαννανίτου, σελ. 397.