«Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον». Ἰησοῦς Χριστός (Ἰωάν. ιστ΄33).

Σάββατο 8 Μαΐου 2021

Σάββατο τῆς Διακαινισίμου

 


 

 Κανών α', ᾨδὴ θ', τοῦ Πάσχα.Ἦχος α'.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

Μεγάλυνον, ψυχή μου, τὸν ἐθελουσίως 

παθόντα καὶ ταφέντα καὶ ἐξαναστάντα

τριήμερον ἐκ τάφου.

 
Φωτίζου, φωτίζου ἡ νέα Ἱερουσαλήμ· 

ἡ γὰρ δόξα Κυρίου ἐπὶ σὲ ἀνέτειλε. 

Χόρευε νῦν, καὶ ἀγάλλου Σιών· 

σὺ δὲ ἁγνή, τέρπου, Θεοτόκε, 

ἐν τῇ ἐγέρσει τοῦ τόκου σου.


Μεγάλυνον, ψυχή μου, τὸν ἐξαναστάντα

τριήμερον ἐκ τάφου Χριστὸν τὸν ζωοδότην.

 
Φωτίζου, φωτίζου ἡ νέα Ἱερουσαλήμ·

 ἡ γὰρ δόξα Κυρίου ἐπὶ σὲ ἀνέτειλε. 

Χόρευε νῦν, καὶ ἀγάλλου Σιών· 

σὺ δὲ ἁγνή, τέρπου, Θεοτόκε, 

ἐν τῇ ἐγέρσει τοῦ τόκου σου.


Ἄγγελος ἐξαστράπτων ταῖς γυναιξὶν ἐβόα· 

Παύσασθε τῶν δακρύων, ὅτι Χριστὸς ἀνέστη.

 
῍Ω θείας! ὢ φίλης! ὢ γλυκυτάτης σου φωνῆς! 

μεθ' ἡμῶν ἀψευδῶς γάρ, ἐπηγγείλω, ἔσεσθαι, 

μέχρι τερμάτων αἰῶνος Χριστέ· ἣν οἱ πιστοί, 

ἄγκυραν ἐλπίδος, κατέχοντες ἀγαλλόμεθα.


Ὅτι Χριστὸς ἀνέστη τὸν θάνατον πατήσας 

καὶ τοὺς νεκροὺς ἐγείρας, λαοί, ἀγαλλιᾶσθε.
 

῍Ω Πάσχα τὸ μέγα, καὶ ἱερώτατον Χριστέ·

 ὤ σοφία καὶ Λόγε, τοῦ Θεοῦ καὶ δύναμις· 

δίδου ἡμῖν ἐκτυπώτερον, σοῦ μετασχεῖν, 

ἐν τῇ ἀνεσπέρῳ, ἡμέρᾳ τῆς βασιλείας σου.

Δόξα...


Μεγάλυνον, ψυχή μου, τῆς τρισυποστάτου 

καὶ ἀδιαιρέτου Θεότητος τὸ κράτος.
 

Συμφώνως Παρθένε, σὲ μακαρίζομεν πιστοί·

 Χαῖρε πύλη Κυρίου· χαῖρε πόλις ἔμψυχε· 

χαῖρε, δι' ἧς ἡμῖν ἔλαμψε, 

σήμερον φῶς τοῦ ἐκ σοῦ τεχθέντος, 

τῆς ἐκ νεκρῶν ἀναστάσεως.
 

Καὶ νῦν...
 

Χαῖρε, Παρθένε, χαῖρε· χαῖρε, εὐλογημένη·

χαῖρε, δεδοξασμένη, σὸς γὰρ Υἱὸς ἀνέστη 

τριήμερος ἐκ τάφου.

 
Εὐφραίνου, ἀγάλλου, ἡ θεία πύλη τοῦ φωτός· 

ὁ γὰρ δύνας ἐν τάφῳ, Ἰησοῦς ἀνέτειλε, 

λάμψας ἡλίου φαιδρότερον, 

καὶ τοὺς πιστοὺς πάντας καταυγάσας, 

θεοχαρίτωτε Δέσποινα.
 

Καταβασία
 

Ὁ ἄγγελος ἐβόα τῇ κεχαριτωμένῃ· 

Ἁγνὴ Παρθένε, χαῖρε, καὶ πάλιν ἐρῶ· Χαῖρε·

ὁ σὸς υἱὸς ἀνέστη τριήμερος ἐκ τάφου.
 

Φωτίζου, φωτίζου ἡ νέα Ἱερουσαλήμ· 

ἡ γὰρ δόξα Κυρίου ἐπὶ σὲ ἀνέτειλε.

Χόρευε νῦν, καὶ ἀγάλλου Σιών· 

σὺ δὲ ἁγνή, τέρπου, Θεοτόκε, 

ἐν τῇ ἐγέρσει τοῦ τόκου σου.

Χριστὸς ἀνέστη... γ'
 

Ἀναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου καθὼς προεῖπεν, 

ἔδωκεν ἡμῖν τὴν αἰώνιον ζωὴν καὶ μέγα ἔλεος. ΤΟ ΑΚΟΥΤΕ 


Πηγή: glt.goarch.org

Δεν υπάρχουν σχόλια: