Ἀπολυτίκιον. Ἦχος δ'. Ταχύ προκατάλαβε.
Ὡς ἄστρον ἀνέτειλας, τῇ Ἐκκλησία Χριστοῦ,
καὶ πάντας κατηύγασας, φανερωθεὶς θαυμαστῶς,
Φανούριε ἔνδοξε·
ὅθεν τοῖς εὐφημοῦσι, τὴν σὴν ἄθλησιν Μάρτυς,
νέμεις τῶν σῶν θαυμάτων, τὴν σωτήριον χάριν,
πρεσβεύων τῷ Κυρίῳ, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Κοντάκιον. Ἦχος γ'. Ἡ Παρθένος σήμερον.
Ἱερεῖς διέσωσας, αἰχμαλωσίας ἀθέου,
καὶ δεσμὰ συνέθλασας, δυνάμει θείᾳ θεόφρον,
ᾔσχυνας, τυρράνων θράση γενναιοφρόνως·
ηὔφρανας, Ἀγγέλων τάξεις Μεγαλομάρτυς·
διὰ τοῦτό σε τιμῶμεν, θεῖε ὁπλῖτα, Φανούριε ἔνδοξε.
Μεγαλυνάριον.
Χαίροις ὦ Φανούριε Ἀθλητα,
ὁ πᾶσι παρέχων, τὰ αἰτήματα συμπαθῶς·
Χαίροις εὐσεβούντων, ὁ μέγας ἀντιλήπτωρ,
καὶ πάσης Ἐκκλησίας, θεῖον ἀγλάϊσμα.
Πηγή: Νέος Ἐνιαύσιος Στέφανος,
Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου,
Ὑμνογράφου Μεγάλης τοῦ Χριστοῦ Ἐκκλησίας, σελ. 438