«Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον». Ἰησοῦς Χριστός (Ἰωάν. ιστ΄33).

Τρίτη 6 Αυγούστου 2013

Εὐχὴ εἰς τὴν Μεταμόρφωσιν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ

Κύριε παντοκράτορ ὁ Θεὸς ἡμῶν, 

ἄτρεπτε καὶ ἀναλλοίωτε, 

ὁ εὐδοκήσας διὰ τῆς ἐνδόξου καὶ φρικτῆς 

μεταμορφώσεως τοῦ ἀγαπητοῦ σου Υἱοῦ, 

τὸ πρὸ αἰώνων κεκαλυμμένον μυστήριον 

τῆς σωτηρίας ἡμῶν ἐπ' ἐσχάτων φανερῶσαι, 

καὶ διὰ τῆς ἐκ νεφέλης γενομένης οὐρανόθεν φωνῆς σου, 

τὰ τῶν Προφητῶν προκηρυχθέντα, 

καὶ τὴν πρός σε τελείαν υἱοθεσίαν 

καὶ οἰκειότητα ἡμῖν βεβαιῶσαι· 

πρόσδεξαι, δεόμεθά σου, τὰς εὐχαριστηρίους 

ταύτας καὶ ἱκετηρίους ἡμῶν ἐντεύξεις, 

καὶ ταῖς ἀκτῖσι τῆς ὑπερφώτου λαμπρότητός σου 

τὴν τῶν ἡμετέρων ψυχῶν ἀμαυρότητα φωτίσας, 

καὶ τὰς κηλῖδας τῶν ἁμαρτιῶν ἡμῶν 

ῥαντισμῷ τοῦ ἐλέους σου ἀποσμήξας, 

καθαροὺς λατρευτάς σου ἀνάδειξον ἡμᾶς· 

ὅπως κεκαθαρμένοι ψυχῇ τε καὶ σώματι, 

τὴν πανίερον ταύτην ἑορτήν ἐπιτελοῦντες,

 καταξιωθῶμεν τῆς ἀϊδίου δόξης ἐπιτυχεῖν. 

Ὅτι εὐλογητὸς εἶ εἶς τοὺς αἰῶνας τῶν αἰώνων. 

Ἀμήν.

 Πηγή: Μέγα Προσευχητάριον, Α. Σιμωνώφ, σελ.580