«Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον». Ἰησοῦς Χριστός (Ἰωάν. ιστ΄33).

Σάββατο 14 Σεπτεμβρίου 2013

Τῆς παγκοσμίου Ὑψώσεως τοῦ Τιμίου καὶ ζωοποιοῦ Σταυροῦ

Ἦχος πλ. α' . Χαίροις ἀσκητικῶν.
Χαίροις ὁ τοῦ Κυρίου Σταυρός, 
δι' οὖ ἐλύθη τῆς ἀρᾶς τὸ ἀνθρώπινον, 
τῆς ὄντως χαρᾶς σημεῖον, ὁ καταράσσων ἐχθρούς, 
ἐν τῇ σῇ ὑψώσει πανσεβάσμιε·
ἡμῶν ἡ βοήθεια, Βασιλέων κραταίωμα, 
σθένος δικαίων, ἱερέων εὐπρέπεια·
ὁ τυπούμενος, καὶ δεινῶν ἐκλυτρούμενος· 
ράβδος ἡ τῆς δυνάμεως, ὑφ' ἧς ποιμαινόμεθα· 
ὅπλον εἰρήνης ἐν φόβῳ, ὅ περιέπουσιν Ἄγγελοι·
Χριστοῦ θεία δόξα, τοῦ παρέχοντος τῷ κόσμῳ 
τὸ μέγα ἔλεος.


Χαίροις ὁ τῶν τυφλῶν ὁδηγός, 
τῶν ἀσθενούντων ἰατρός, ἡ ἀνάστασις, 
ἀπάντων τῶν τεθνεώτων, ὁ ἀνυψώσας ἡμᾶς, 
εἰς φθορὰν πεσόντας, Σταυρὲ τίμιε·
δι' οὖ διαλέλυται, ἡ φθορὰ καὶ ἐξήνθησεν, 
ἡ ἀφθαρσία, καὶ βροτοὶ ἐθεώθημεν, 
καὶ διάβολος παντελῶς καταβέβληται.
Σήμερον ἀνυψούμενον, χερσὶ καθορῶντες σε, 
Ἀρχιερέων ὑψοῦμεν, τὸν ὑψωθέντα ἐν μέσῳ σου, 
καὶ σὲ προσκυνοῦμεν, ἀρυόμενοι πλουσίως 
τὸ μέγα ἔλεος.


Ἀπολυτίκιον. Ἦχος α'.
Σῶσον Κύριε τὸν λαόν σου, 
καὶ εὐλόγησον τὴν κληρονομίαν σου, 
νίκας τοῖς Βασιλεῦσι, κατὰ βαρβάρων δωρούμενος,
καὶ τὸ σὸν φυλάττων, διὰ τοῦ Σταυροῦ σου πολίτευμα.


Κοντάκιον. Ἦχος δ'. Αὐτόμελον.
Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ ἑκουσίως, 
τῇ ἐπωνύμῳ σου καινῇ πολιτείᾳ,
 τοὺς οἰκτιρμούς σου δώρησαι Χριστὲ ὁ Θεός·
 εὔφρανον ἐν τῇ δυνάμει σου, τοὺς πιστοὺς Βασιλεῖς ἡμῶν, 
νίκας χορηγῶν αὐτοῖς, κατὰ τῶν πολεμίων· 
τὴν συμμαχίαν ἔχοιεν τὴν σήν, 
ὅπλον εἰρήνης, ἀήττητον τρόπαιον.


Μεγαλυνάριον.
Σήμερον ἡ κτίσις πᾶσα Σωτήρ,
πόθῳ ἀνυψοῦσα, τὸν πανάγιόν σου Σταυρόν, 
τὴν φωνήν σοι αἴρει, καὶ πίστει ἐκβοᾷ σοι· 
Δώρησαι τῷ λαῷ σου, Λόγε τὴν χάριν σου.
 
Πηγές: Μηναῖον Σεπτεμβρίου, σελ. 176.
Νέος Ἐνιαύσιος Στέφανος, Γερασίμου 
Μοναχοῦ Μικραγιαννανίτου, σελ. 37.