«Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον». Ἰησοῦς Χριστός (Ἰωάν. ιστ΄33).

Δευτέρα 25 Νοεμβρίου 2013

Τῆς Ἁγίας Αἰκατερίνης τῆς Μεγαλομάρτυρος καὶ πανσόφου

Τῆς Ἁγία. ᾮδὴ η'.
Ἐπταπλασίως τὴν κάμινον, τῶν Χαλδαίων ὁ τύραννος, 
τοῖς θεοσεβέσιν, ἐμμανῶς ἐξέκαυσε, 
δυνάμει δὲ κρείττονι, περισωθέντας τούτους ἰδών, 
τὸν Δημιουργόν, καὶ Λυτρωτὴν ἀνεβόα·
Οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, 
λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.


Σαῖς διδαχαῖς Βασίλισσα, πειθαρχοῦσα προσέδραμε, 
τῇ θεοσεβείᾳ· καὶ στερρῶς ὑπέμεινε, 
τῶν πόνων τὴν αἴσθησιν, καὶ βασιλείας τῶν οὐρανῶν,
τῆς ἀδιαδόχου, προφανῶς ἠξιώθη, βοῶσα·
Τὸν Δεσπότην, Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, 
εἰς πάντας τοὺς αἰῶνας.


Μετά μαρτύρων γένοιτο, τῶν πιστῶν τὰ αἰτήματα·
ἡ γὰρ Ἀθληφόρος, τῷ Χριστῷ παρίστανται, 
αἰτοῦσα τὰ κρείττονα, καὶ σωτηρίας πρόξενα, 
τοῖς τὴν παναγίαν, καὶ σεπτὴν αὐτῆς μνήμην, 
προθύμως ἐκτελοῦσι, καὶ πιστῶς μελῳδοῦσι·
Λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.


Ἀναπετάσας δέχεται, ὁ Νυμφίος σε Πάνσοφε, 
πύλας Παραδείσου, καὶ παστάδα πάνσεμνον, 
οἰκεῖν παρεσκεύασε, καὶ βασιλείας μέτοχον, 
ὡς συγκοινωνόν, τῶν παθημάτων δεικνύει·
ᾧ νῦν παρισταμένη, Βασιλέων θυγάτηρ, 
λαμπρῶς πεποικιλμένη, ἡμῶν μὴ ἐπιλάθῃ.


Σεσοφισμένοις ρήμασιν, ἐπειρᾶτο ὁ τύραννος, 
πιθανολογίαις, ὁ δεινὸς χρησάμενος, 
ἐκλύειν τὴν ἔνστασιν, τὴν σὴν ἐλπίσας, Ἔνδοξε·
ἀλλὰ νυμφευθῆναι, τῷ Χριστῷ βουλομένη, ἐβόας·
Τὸν Δεσπότην, Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, 
εἰς πάντας τοὺς αἰῶνας.

Πηγή: Μηναῖον Νοεμβρίου, σελ. 331.