«Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον». Ἰησοῦς Χριστός (Ἰωάν. ιστ΄33).

Παρασκευή 8 Νοεμβρίου 2013

Τῆς συνάξεως τῶν Ἀρχιστρατήγων Μιχαὴλ καὶ Γαβριήλ, καὶ τῶν λοιπῶν Ἀσωμάτων Δυνάμεων

Στιχηρά Προσόμοια τοῦ Μιχαήλ. Ἦχος δ'. Ὡς γενναῖον ἐν Μάρτυσιν. 
Τρισηλίου Θεότητος, παραστάτης φαιδρότατος, 
Μιχαὴλ δεικνύμενος Ἀρχιστράτηγε, 
μετὰ τῶν ἄνω Δυνάμεων, κραυγάζεις γηθόμενος·
 Ἅγιος εἶ ὁ Πατήρ, Ἅγιος ὁ συνάναρχος Λόγος,
 Ἅγιος καὶ τὸ Ἅγιον Πνεῦμα, μία δόξα, 
βασιλεία μία φύσις, μία Θεότης καὶ Δύναμις.


Καὶ τὸ εἶδός σου πύρινον, καί τὸ κάλλος θαυμάσιον, 
Μιχαὴλ πρωτάγγελε· 
τῇ γὰρ ἀΰλῳ γάρ, φύσει διέρχῃ τὰ πέρατα, 
πληρῶν τὰ προστάγματα, τοῦ τῶν ὅλων Ποιητοῦ,
 δυνατὸς ἐν ἰσχύϊ σου, γνωριζόμενος,
 καὶ πηγὴν ἰαμάτων τὸν ναόν σου, 
ἐργαζόμενος τῇ κλήσει, σοῦ τῇ ἁγίᾳ τιμώμενον.


Ὁ ποιῶν τοὺς Ἀγγέλους σου, ὥς περ γέγραπται πνεύματα, 
καὶ τοὺς λειτουργοῦντάς σοι φλόγα πύρινον, 
μέσον ταγμάτων πρωτεύοντα, ἀνέδειξας Κύριε, 
σοῦ τῶν Ἀρχαγγελικῶν, Μιχαὴλ Ἀρχιστράτηγον, 
σοῦ τοῖς νευμασι, καθυπείκοντα Λόγε, καὶ τὸν ὕμνον, 
τὸν τρισάγιον ἐν φόβῷ, ἀναφωνοῦντα τῇ δόξῃ σου.


Τοῦ Γαβριήλ. Ἦχος ὁ αὐτός. Ἔδωκας σημείωσιν.
Νοῦς ὁ προαιώνιος, φῶς ὑπεστήσατο δεύτερον, 
Γαβριήλ σε μεθέξεσιν, ἐνθέοις φωτίζοντα, 
πᾶσαν οἰκουμένην, καὶ τὸ ἀπ' αἰῶνος, 
ἀνακαλύπτοντα ἡμῖν, θεῖον καὶ μέγα ὅντως μυστήριον, 
ἐν μήτρᾳ σωματούμενον, Παρθενικῇ τὸν ἀσώματον, 
καὶ γενόμενον ἄνθρωπον, εἰς τὸ σῷσαι τὸν ἄνθρωπον.


Θρόνῳ παριστάμενος, τῆς τρισηλίου Θεότητος, 
καὶ πλουσίως λαμπόμενος, ταῖς θείαις λαμπρότησι, 
ταῖς ἐκπεμπομέναις, ἀπαύστως ἐκεῖθεν,
τοὺς ἐπὶ γῆς χαρμονικῶς, χοροστατοῦντας καὶ εὐφημοῦντάς σε,
παθῶν ἀχλύος λύτρωσαι, καὶ φωτισμῷ καταλάμπρυνον, 
Γαβριὴλ Ἀρχιστράτηγε, πρεσβευτὰ τῶν ψυχῶν ἡμῶν.


Θραῦσον τὰ φρυάγματα, 
τῶν ἐκ τῆς Ἄγαρ τῇ ποίμνῃ σου, συνεχῶς ἐπερχόμενα· 
κόπασον τὰ σχίσματα, τὰ τῆς Ἐκκλησίας· 
πράϋνον τὸν σάλον, τῶν ἀμετρήτων πειρασμῶν· 
ρῦσαι κινδύνων καὶ περιστάσεων, 
τοὺς πόθῶ σε γεραίροντας, καὶ σοῦ τῇ σκέπῃ προστρέχοντας, 
Γαβριήλ Ἀρχιστράτηγε, πρεσβευτὰ τῶν ψυχῶν ἡμῶν.

Πηγή: Μηναῖον Νοεμβρίου σελ. 87-88.