Εὐαγγέλιον κατὰ Ματθαῖον α' 1-25
2 ᾿Αβραὰμ
ἐγέννησε τὸν ᾿Ισαάκ, ᾿Ισαὰκ δὲ
ἐγέννησε τὸν ᾿Ιακώβ, ᾿Ιακὼβ δὲ
ἐγέννησε τὸν ᾿Ιούδαν καὶ τοὺς
ἀδελφοὺς αὐτοῦ,
3 ᾿Ιούδας δὲ
ἐγέννησε τὸν Φαρὲς καὶ τὸν Ζαρὰ ἐκ
τῆς Θάμαρ, Φαρὲς δὲ ἐγέννησε τὸν
᾿Εσρώμ, ᾿Εσρὼμ δὲ ἐγέννησε τὸν
᾿Αράμ,
4 ᾿Αρὰμ δὲ ἐγέννησε τὸν
᾿Αμιναδάβ, ᾿Αμιναδὰβ δὲ ἐγέννησε
τὸν Ναασσών, Ναασσὼν δὲ ἐγέννησε τὸν
Σαλμών,
5 Σαλμὼν δὲ ἐγέννησε
τὸν Βοὸζ ἐκ τῆς Ραχάβ, Βοὸζ δὲ ἐγέννησε
τὸν ᾿Ωβὴδ ἐκ τῆς Ῥούθ, ᾿Ωβὴδ δὲ
ἐγέννησε τὸν ᾿Ιεσσαί,
6 ᾿Ιεσσαὶ
δὲ ἐγέννησε τὸν Δαυῒδ τὸν βασιλέα.
Δαυῒδ δὲ ὁ βασιλεὺς ἐγέννησε τὸν
Σολομῶντα ἐκ τῆς τοῦ Οὐρίου,
7 Σολομὼν δὲ ἐγέννησε τὸν Ῥοβοάμ, Ῥοβοὰμ δὲ ἐγέννησε τὸν ᾿Αβιά, ᾿Αβιὰ
δὲ ἐγέννησε τὸν ᾿Ασά,
8 ᾿Ασὰ
δὲ ἐγέννησε τὸν ᾿Ιωσαφάτ, ᾿Ιωσαφὰτ
δὲ ἐγέννησε τὸν ᾿Ιωράμ, ᾿Ιωρὰμ δὲ
ἐγέννησε τὸν ᾿Οζίαν,
9 ᾿Οζίας
δὲ ἐγέννησε τὸν ᾿Ιωάθαμ, ᾿Ιωάθαμ
δὲ ἐγέννησε τὸν ῎Αχαζ, ῎Αχαζ δὲ
ἐγέννησε τὸν ᾿Εζεκίαν,
10 ᾿Εζεκίας
δὲ ἐγέννησε τὸν Μανασσῆ, Μανασσῆς
δὲ ἐγέννησε τὸν ᾿Αμών, ᾿Αμὼν δὲ
ἐγέννησε τὸν ᾿Ιωσίαν,
11 ᾿Ιωσίας
δὲ ἐγέννησε τὸν ᾿Ιεχονίαν καὶ τοὺς
ἀδελφοὺς αὐτοῦ ἐπὶ τῆς μετοικεσίας
Βαβυλῶνος.
12 Μετὰ δὲ τὴν
μετοικεσίαν Βαβυλῶνος ᾿Ιεχονίας
ἐγέννησε τὸν Σαλαθιήλ, Σαλαθιὴλ δὲ
ἐγέννησε τὸν Ζοροβάβελ,
13 Ζοροβάβελ
δὲ ἐγέννησε τὸν ᾿Αβιούδ, ᾿Αβιοὺδ
δὲ ἐγέννησε τὸν ᾿Ελιακείμ, ᾿Ελιακεὶμ
δὲ ἐγέννησε τὸν ᾿Αζώρ,
14 ᾿Αζὼρ
δὲ ἐγέννησε τὸν Σαδώκ, Σαδὼκ δὲ
ἐγέννησε τὸν ᾿Αχείμ, ᾿Αχεὶμ δὲ
ἐγέννησε τὸν ᾿Ελιούδ,
15 ᾿Ελιοὺδ
δὲ ἐγέννησε τὸν ᾿Ελεάζαρ, ᾿Ελεάζαρ
δὲ ἐγέννησε τὸν Ματθάν, Ματθὰν δὲ
ἐγέννησε τὸν ᾿Ιακώβ,
16 ᾿Ιακὼβ
δὲ ἐγέννησε τὸν ᾿Ιωσὴφ τὸν ἄνδρα
Μαρίας, ἐξ ἧς ἐγεννήθη ᾿Ι η σ ο ῦ ς ὁ
λεγόμενος Χ ρ ι σ τ ό ς.
17 Πᾶσαι οὖν
αἱ γενεαὶ ἀπὸ ᾿Αβραάμ ἕως Δαυῒδ
γενεαὶ δεκατέσσαρες, καὶ ἀπὸ Δαυῒδ
ἕως τῆς μετοικεσίας Βαβυλῶνος γενεαὶ
δεκατέσσαρες, καὶ ἀπὸ τῆς μετοικεσίας
Βαβυλῶνος ἕως τοῦ Χριστοῦ γενεαὶ
δεκατέσσαρες.
18 Τοῦ δὲ ᾿Ιησοῦ Χριστοῦ ἡ γέννησις
οὕτως ἦν. μνηστευθείσης γὰρ τῆς μητρὸς
αὐτοῦ Μαρίας τῷ ᾿Ιωσήφ, πρὶν ἢ
συνελθεῖν αὐτοὺς εὑρέθη ἐν γαστρὶ
ἔχουσα ἐκ Πνεύματος ῾Αγίου.
19 ᾿Ιωσὴφ δὲ ὁ ἀνὴρ αὐτῆς, δίκαιος
ὢν καὶ μὴ θέλων αὐτὴν παραδειγματίσαι,
ἐβουλήθη λάθρα ἀπολῦσαι αὐτήν.
20 ταῦτα δὲ αὐτοῦ ἐνθυμηθέντος
ἰδοὺ ἄγγελος Κυρίου κατ᾿ ὄναρ ἐφάνη
αὐτῷ λέγων· ᾿Ιωσὴφ υἱὸς Δαυΐδ, μὴ
φοβηθῇς παραλαβεῖν Μαριὰμ τὴν γυναῖκά
σου· τὸ γὰρ ἐν αὐτῇ γεννηθὲν ἐκ
Πνεύματός ἐστιν ῾Αγίου·
21 τέξεται
δὲ υἱὸν καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ
᾿Ιησοῦν· αὐτὸς γὰρ σώσει τὸν λαὸν
αὐτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν.
22 Τοῦτο δὲ ὅλον γέγονεν ἵνα πληρωθῇ
τὸ ῥηθὲν ὑπὸ τοῦ Κυρίου διὰ τοῦ
προφήτου λέγοντος·
23 ἰδοὺ ἡ
παρθένος ἐν γαστρὶ ἕξει καὶ τέξεται
υἱόν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ
᾿Εμμανουήλ, ὅ ἐστι μεθερμηνευόμενον
μεθ᾿ ἡμῶν ὁ Θεός.
24 Διεγερθεὶς
δὲ ὁ ᾿Ιωσὴφ ἀπὸ τοῦ ὕπνου ἐποίησεν
ὡς προσέταξεν αὐτῷ ὁ ἄγγελος Κυρίου
καὶ παρέλαβε τὴν γυναῖκα αὐτοῦ,
25 καὶ οὐκ ἐγίνωσκεν αὐτὴν ἕως οὗ
ἔτεκε τὸν υἱὸν αὐτῆς τὸν πρωτότοκον,
καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ ᾿Ι η σ ο ῦ ν.
Καινὴ Διαθήκη σελ. 3-6.
Ὦ Χριστέ! Αἱ γενεαὶ πᾶσαι σὲ ὑμνοῦν. Κ' ἐγώ, ἕνα φυλλαράκι μέσα στὸν κόσμο αὐτό, δὲν θὰ πάψω νὰ σὲ ὑμνῶ καὶ νὰ σὲ δοξάζω, καὶ μαζί μὲ τοὺς ἀγγέλους τώρα στὴν γιορτὴ τῶν Χριστουγέννων νὰ λέω· «Δόξα ἐν ὑψίστοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία» (Λουκ. 2,14).
Ἐπίσκοπος Αὐγουστῖνος Καντιώτης
Πηγή: Κυριακή, Ἐπισκόπου Αὐγουστίνου Καντιώτου, σελ. 273 (ἀπόσπασμα).