Ἀπολυτίκιον. Ἦχος δ' . Ταχὺ προκατάλαβε.
Ὁσίων τὴν ἔλλαμψιν, εἰσδεδεγμένη σεμνή,
τὴν πόλιν ἐφαίδρυνας, τῶν Ἀθηναῖων τῇ σῇ,
ἀσκήσει καὶ χάριτι·
σὺ γὰρ ἐν εὐποιΐας, διαλάμπουσα Μῆτερ,
ἥθλησας δι' ἀγάπην, εὐσεβῶς τοῦ πλησίον·
διὸ σε ὦ Φιλοθέη, Χριστὸς ἐδόξασε.
Κοντάκιον. Ἦχος δ' . Ἐπεφάνης σήμερον.
Φιλοθέως ἢνυσας τὴν βιοτὴν σου,
Φιλοθέη πάνσεμνε, καὶ τῶν Μαρτύρων κοινωνός,
ὡς ἐναθλήσασα γέγονας, Ὁσιομάρτυς·
διὸ εὐφημοῦμεν σε.
Μεγαλυνάριον.
Χαίροις τεθλιμμένων ἡ ἀρωγή,
καὶ κινδυνευόντων, προστασία ἡ ἀσφαλής,
Μῆτερ Φιλοθέη, Χριστοῦ Ὁσιομάρτυς,
Ὁσίων καὶ Μαρτύρων, ἡ ἰσοστάσιος.
Γεράσιμος Μοναχὸς Μικραγιαννανίτης
Ὑμνογράφος τῆς Μεγάλης τοῦ Χριστοῦ Ἐκκλησίας
Πηγή: Νέος Ἑνιαύσιος Στέφανος, Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου, σελ. 234-235.