«Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον». Ἰησοῦς Χριστός (Ἰωάν. ιστ΄33).

Τετάρτη 19 Μαρτίου 2014

Τῶν Ἁγίων Μαρτύρων Χρυσάνθου καὶ Δαρείας ἐξ Ἀθηνῶν

Κάθισμα. Ἦχος γ'. Τὴν ὡραιότητα.

Τὸ ὡραιότατον κάλλος ἐπόθησας, 

καὶ τὰ ὁρώμενα κάλλη παρέδραμες,

καὶ προσηγάγω τῷ Χριστῷ, χρυσέοις Μάρτυς λογοίς σου,

Χρύσανθε μακάριε, τὴν Δαρείαν τὴν ἔνδοξον, 

ἄθλους διανύσασαν, καὶ τυράννους αἰσχύνασαν·

μεθ' ἦς ἡμῶν μνημόνευε πάντων, 

τῶν πίστει τελούντων τὴν μνήμην ὑμῶν. 



Θεοτοκίον. 

Ὠς ἀγεώργητος Παρθένε ἄμπελος, 

τὸν ὡραιότατον βότρυν ἐβλάστησας,

ἀναπηγάζοντα ἡμῖν, τόν οἶνον τὸν σωτήριον, 

πάντων τόν εὐφραίνοντα, τὰς ψυχὰς καὶ τὰ σώματα·

ὅθεν ὡς αἰτίαν σε, τῶν καλῶν μακαρίζοντες, 

ἀεὶ σὺν τῷ Ἀγγέλῳ βοῶμεν σοι, 

Χαῖρε ἡ Κεχαριτωμένη. 

Πηγή: Μηναῖον Μαρτίου, «Ἐκκλησιαστικὴ Βιβλιοθήκη ΦΩΣ», σελ. 140-141.