Ἀπολυτίκιον. Ἦχος πλ. α'. Τόν συνάναρχον Λόγον.
Τῆς Καλύμνου τὸ κλέος καὶ θεῖον ἔφορον,
καὶ τῶν πάλαι Ὁσίων τὸν ἱσοστάσιον,
εὐφημήσωμεν πιστοὶ Σάββαν τὸν Ὅσιον·
ὅτι δεδόξασται λαμπρῶς, ὠς θεράπων τοῦ Χριστοῦ,
θαυμάτων τῇ ἐνεργείᾳ,
καὶ διανέμει τοῖς πᾶσι, παρὰ Θεοῦ χάριν καὶ ἔλεος.
Κοντάκιον. Ἦχος γ'. Ἡ Παρθένος σήμερον.
Ἑορτάζει σήμερον, τῶν Καλυμνίων ἡ νῆσος,
τὴν ἁγίαν μνήμην σου, ἀγαλλομένῃ καρδίᾳ·
ἔσχε γάρ, ὡς θεοδώρητον ὄντως πλοῦτον,
σκῆνός σου, τὸ θεοδόξαστον Πάτερ Σάββα,
ᾧ προστρέχουσα ἐν πίστει,
ῥῶσιν λαμβάνει, ψυχῆς τε καὶ σώματος.
Μεγαλυνάριον.
Χαίροις τῆς Καλύμνου ὁ ἀρωγός,
καὶ Δωδεκανήσου, λαμπαδοῦχος νεοφανής·
χαίροις ὁ παρέχων, τοῖς πάσχουσι τὴν ῥῶσιν,
ὦ Σάββα θεοφόρε, Ὁσίων σύσκηνε.
Γεράσιμος Μοναχὸς Μικραγιαννανίτης
Γεράσιμος Μοναχὸς Μικραγιαννανίτης
Ὑμνογράφος τῆς Μεγάλης τοῦ Χριστοῦ Ἐκκλησίας
Πηγή: Νέος Ἑνιαύσιος Στέφανος, Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου, σελ. 281-282.