Ἀπολυτίκιον. Ἦχος γ'. Τὴν ὡραιότητα.
Τὴν καλλιπάρθενον, Χριστοῦ τιμήσωμεν,
τὴν ἀριστεύσασαν, πόνοις ἀθλήσεως,
καὶ ἀσθενείᾳ τῆς σαρκός, τὸν ὄφιν καταβαλοῦσαν·
πόθῳ γὰρ τοῦ Κτίσαντος, τῶν βασάνων τὴν ἔφοδον,
παρ' οὐδὲν ἡγήσατο, καὶ θεόθεν δεδόξασται·
πρὸς ἣν ἀναβοήσωμεν πάντες·
χαίροις θεόφρον Γλυκερία.
χαίροις θεόφρον Γλυκερία.
Κοντάκιον. Ἦχος γ'. Ἡ Παρθένος σήμερον.
Τὴν Παρθένον στέργουσα, καὶ Θεοτόκον Μαρίαν,
διετήρεις ἄφθορον, τὴν σεαυτῆς παρθενίαν·
πόθῳ δέ, καρδιωθεῖσα τῷ τοῦ Κυρίου,
ἥθλησας, ἀνδρειοφρόνως μέχρι θανάτου·
διὰ τοῦτο Γλυκερία, διπλῷ στεφάνῳ,
σὲ στέφει Χριστὸς ὁ Θεός.
Μεγαλυνάριον.
Μύρον πολυσύνθετον τῷ Χριστῷ,
ἐξ ἁγνείας πόνων, καὶ αἱμάτων τοῖς σταλαγμοῖς,
προσενεγκαμένη, θεόφρον Γλυκερία,
ἐν μύροις θεοβρύτοις, λαμπρῶς δεδόξασαι.
Γεράσιμος Μοναχὸς Μικραγιαννανίτης
Ὑμνογράφος τῆς Μεγάλης τοῦ Χριστοῦ Ἐκκλησίας
Πηγή: Νέος Ἑνιαύσιος Στέφανος, Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου, σελ. 322-323.