«Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον». Ἰησοῦς Χριστός (Ἰωάν. ιστ΄33).

Σάββατο 10 Απριλίου 2021

Τοῦ Ἁγίου Γρηγορίου τοῦ Ε΄, Πατριάρχου Κωνσταντινουπόλεως

 



Ἀπολυτίκιον. Ἦχος α’. Τῆς ἐρήμου πολίτης.

Δημητσάνης τὸν γόνον Βυζαντίου τὸν πρόεδρον, 

καὶ τὸ τῆς Ἑλλάδος ἁπάσης γέρας θεῖον καὶ καύχημα, 

Γρηγόριον τιμήσωμεν πιστοί, ὡς Μάρτυρα Χριστοῦ πανευκλεῆ, 

ἵνα λάβωμεν πταισμάτων τὸν ἱλασμόν, 

παρὰ Θεοῦ κραυγάζοντες· 

δόξα τῷ δεδωκότι σου ἰσχύν, 

δόξα τῷ σὲ στεφανώσαντι, 

δόξα τῷ ἐν εὐκλείᾳ οὐρανῶν, 

δοξάσαντί σε Ἅγιε.



Κοντάκιον. Ἦχος γ’. Ἡ Παρθένος σήμερον.
Ἱεράρχης ἔνθεος, γεγενημένος θεόφρον, 

τὴν ἀγχόνην ἤνεγκας, ὑπὲρ τῆς ποίμνης σου χαίρων. 

Ὅθεν σου, τῷ μαρτυρίῳ ἐγκαυχωμένη, 

ᾄδει σοι, Ἑλλὰς ἑόρτιον θεῖον ὕμνον, 

καὶ τὸ χαῖρέ σοι κραυγάζει, 

Ἱερομάρτυς Πάτερ Γρηγόριε.



Μεγαλυνάριον.
Χαίροις Βυζαντίου θεῖος ποιμήν· 

χαίροις τῆς Ἑλλάδος, ἐγκαλλώπισμα ἱερόν· 

χαίροις Ἱεράρχα, καὶ Μάρτυς τοῦ Κυρίου, 

Γρηγόριε παμμάκαρ, Ἀγγέλων σύσκηνε.

 

Πηγή: Μηναῖον Ἀπριλίου & synaxarion.gr  

 

 

 

Δεν υπάρχουν σχόλια: