Ἀπολυτίκιον. Ἦχος δ'. Ταχὺ προκατάλαβε.
Ὡς ζεῦγος ὁμόζυγον, καὶ ξυνωρὶς θαυμαστή,
Τιμόθεε πάνσοφε, καὶ Μαύρα νύμφη Χριστοῦ,
ἐνθέως ἠθλήσατε, σύμμορφοι γὰρ ὀφθέντες,
τῶν παθῶν τοῦ Κυρίου, δόξης ἀκαταλύτου,
ἠξιώθητε ἄμφω, πρεσβεύοντες τῷ Σωτῆρι,
ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Κοντάκιον. Ἦχος δ'.
Τοὺς πολυτρόπους αἰκισμοὺς ἐνεγκότες,
καὶ τοὺς στεφάνους ἐκ Θεοῦ εἰληφότες,
ὑπὲρ ἡμῶν πρεσβεύσατε πρὸς Κύριον,
μνήμην τὴν πανίερον, τὴν ὑμῶν ἐκτελοῦντων,
μέγιστε Τιμόθεε καὶ ἀοίδιμε Μαύρα,
τοῦ εἰρηνεῦσαι πόλιν καὶ λαόν·
αὐτός ἐστι γάρ, πιστῶν τὸ κραταίωμα.
Μεγαλυνάριον.
Χαίροις συζυγία ἰσοκλεής,
Τιμόθεε μάκαρ, σὺν τῇ Μαύρᾳ τῇ φωταυγεῖ·
σύμφρονες γὰρ ὄντες, ἐν βίῳ καὶ ἄθλοις,
καὶ τῶν βραβείων ἅμα, κατηξιώθητε.
Γεράσιμος Μοναχὸς Μικραγιαννανίτης
Ὑμνογράφος τῆς Μεγάλης τοῦ Χριστοῦ Ἐκκλησίας
Πηγή: Νέος Ἑνιαύσιος Στέφανος, Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου, σελ. 309-310.