Τί διδάσκει ἡ Ἐκκλησία περὶ τοῦ Τριαδικοῦ Θεοῦ.
- Ἡ Ἐκκλησία διδάσκει, ὅτι ἐν τῇ οὐσίᾳ τοῦ ἑνὸς Θεοῦ διακρίνονται τρεῖς ὑποστάσεις, ἤτοι τρία πρόσωπα (λατινιστί personae), ὁ Πατήρ, ὁ Υἱὸς καὶ τὸ Ἅγιον Πνεῦμα, ὅτι ὁ Πατὴρ αἰτία ἐστὶ τοῦ Υἰοῦ καὶ τοῦ Πνεύματος, τοῦ μὲν Υἱοῦ γεννητῶς, τοῦ δὲ Ἁγίου Πνεύματος ἐκπορευτῶς,
Ὅτι ὁ μὲν Πατὴρ γεννᾷ τὸν Υἱὸν ἀχρόνως, ἤτοι πρὸ πάντων τῶν αἰώνων, καὶ προβάλλει τὸ Πνεῦμα τὸ Ἅγιον· ὁ δὲ Υὶὸς γεννᾶται ἐκ τοῦ Πατρός, καὶ τὸ Πνεῦμα τὸ Ἅγιον ἐκπορεύεται ἀϊδίως ἐκ τοῦ Πατρός.
Προσέτι ἡ Ἐκκλησία διδάσκει καὶ πρεσβεύει μίαν ἀρχὴν ἐν τῇ θεότητι, καὶ ἓν αἴτιον ἐπιγινώσκει Υἱοῦ καὶ Πνεύματος τὸν Πατέρα.
Ὅτι ἡ ἄπειρος οὐσία τοῦ Πατρός ἐστιν οὐσία καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, καὶ ὅτι Πατήρ, Υἱὸς καὶ Ἅγιον Πνεῦμά ἐστιν εἷς Θεὸς καὶ μία καὶ ἀδιαίρετος οὐσία καὶ φύσις.
Ἅγιος Νεκτάριος
Ἐπίσκοπος Πενταπόλεως
Πηγή: Ὀρθόδοξος Ἱερά Κατήχησις, Ἁγίου Νεκταρίου, «Ἐκδ. Βασ. Ρηγοπούλου», σελ. 85.