«Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον». Ἰησοῦς Χριστός (Ἰωάν. ιστ΄33).

Τρίτη 1 Ιουλίου 2014

Tῶν Ἁγίων καὶ Θαυματουργῶν Ἀναργύρων Κοσμᾶ καὶ Δαμιανοῦ

Ἦχος πλ. β' . Αὐτόμελον. 

Ὅλην ἀποθέμενοι, ἐν οὐρανοῖς τὴν ἐλπίδα, 
θησαυρὸν ἀσύλητον, ἑαυτοῖς οἱ Ἅγιοι ἐθησαύρισαν· 
δωρεὰν ἔλαβον, δωρεὰν διδοῦσι, τοῖς νοσοῦσι τὰ ἱάματα· 
χρυσὸν ἢ ἀργύριον, εὐαγγελικῶς οὐκ ἐκτήσαντο· 
ἀνθρώποις τε καὶ κτήνεσι, τὰς εὐεργεσίας μετέδωκαν· 
ἵναν διὰ πάντων, ὑπήκοοι γενόμενοι Χριστῷ, 
ἐν παρρησίᾳ πρεσβεύωσιν, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.


Ὕλην ἐβδελύξαντο, τὴν ἐπὶ γῆς φθειρομένην· 
οὐρανοπολῖται δέ, σαρκὶ ἰσάγγελοι ἐχρημάτισαν, 
ἡ ὁμόφρων σύσκηνος, ξυνωρὶς ὁμότροπος, 
τῶν Ἁγίων καὶ ὁμόψυχος· διὸ τοῖς κάμνουσι, 
πᾶσι τὰς ἰάσεις βραβεύουσιν, ἀνάργυρον παρέχοντες 
τὴν εὐεργεσίαν τοῖς χρῄζουσιν. 
Οὒς ἐν ἐτησίοις, τιμήσωμεν ἀξίως ἑορταῖς, 
ἐν παρρησίᾳ πρεσβεύοντες,ὑπὲρ τῶν ψυχῶν ἡμῶν.


Ὅλην εἰσοικίσασα, ἐν αὐτῇ τὴν Τριάδα, 
δυὰς ἡ ἀοίδιμος, Κοσμᾶς καὶ Δαμιανὸς οἱ θεόφρονες, 
ὡς κρουνοὶ βλύζουσιν, ἐκ πηγῆς νάματα, 
ζωηφόρου τῶν ἰάσεων· ὧν καὶ τὰ λείψανα, 
πάθη δι' ἀφῆς θεραπεύουσι· καὶ μόνα τὰ ὀνόματα, 
νόσους ἐκ βροτῶν ἀπελαύνουσι· 
πάντων τῶν προσφύγων, σωτήριοι τελοῦντες, τῷ Χριστῷ, 
ἐν παρρησίᾳ πρεσβεύουσιν, ὑπὲρ τῶν ψυχῶν ὴμῶν. 


Πηγή: Μηναῖον Ἰουλίου, «Φῶς», σελ. 8.