Οἱ Ἅγιοι Μάρτυρες Εὐστάθιος, Θεόπιστος, Ἀγάπιος καὶ Θεοπίστη. |
Ἦχος β΄.
Ὁ δεύτερος Ἰώβ Εὐστάθιος,
τὸν βίον τοὺς ἄθλους καὶ τοὺς στεφάνους,
εἰς προτροπὴν ἀρετῶν, ἑαυτὸν ἡμῖν προέθηκε,
καὶ στήλην καρτερίας,
ὑπερβὰς ἀληθῶς τὸν Ἰώβ, τῇ ἀρετῇ,
σὺν τῇ συζύγῳ καὶ τοῖς τέκνοις·
ὁ πιστὸς ἐν βίῳ, καὶ ἀκράδαντος ἐν πειρασμοῖς,
καὶ ἐν ἀθλήσει νικηφόρος·
ὅν προσάξωμεν εἰς πρεσβείαν Χριστῷ,
τοῦ δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν φωτισμόν,
καὶ ἱλασμόν τῶν πλημμελημάτων.
Πηγή: Μηναῖον Σεπτεμβρίου, σελ. 232, ἐκδόσεις «Φῶς».