«Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον». Ἰησοῦς Χριστός (Ἰωάν. ιστ΄33).

Κυριακή 17 Σεπτεμβρίου 2017

Τῆς Ἁγίας Μεγαλομάρτυρος Σοφίας, καὶ τῶν τριῶν θυγατέρων αὐτῆς καὶ Μαρτύρων, Πίστεως, Ἐλπίδος καὶ Ἀγάπης.


Στιχηρὰ τῆς Ἑορτῆς προσόμοια. 
Ἦχος δ΄.

Πίστις ἡ πανεύφημος, καὶ ἡ Ἀγάπη ἡ ἔνδοξος, 
καὶ Ἐλπὶς ἡ θεόσοφος, ἀρετῶν ἐπώνυμοι, 
τῶν φαεινοτάτων, ἀναδεδειγμέναι, 
ἀθλητικῶς τὸν πονηρόν, καταβαλοῦσαι, 
τὸν τὴν Προμήτορα, δολίως ἀπατήσαντα, 
τοῦ Παραδείσου τὴν οἴκησιν, 
θεωθεῖσαι ἀπέλαβον,
ὑπὲρ πάντων πρεσβεύουσαι.  

Πυρὸς κατεφρόνησαν, καὶ πολυτρόπων κολάσεων, 
καὶ θανάτου αἰ πάνσεμνοι· νυμφίου τὸ κάλλος γάρ, 
τοῦ ὡραιοτάτου, πίστει ἐκζητοῦσαι, 
διὰ ποικίλων αἱκισμῶν, ὡραιωθεῖσαι, 
τούτῳ συνήφθησαν, Σοφίας τὰ βλαστήματα, 
Πίστις Ἐλπὶς καὶ Ἀγάπη τε· 
δι᾿ αὐτῶν ἡμᾶς Κύριε, 
τῶν δεινῶν ἐλευθέρωσον.

Πηγή: Μηναῖον Σεπτεμβρίου, σελ. 207-208, ἐκδόσεις «Φῶς».