Ἦχος γ΄.
Νεανικὴν ἅγων τὴν ἡλικίαν,
ὥσπερ ὁ θεσπέσιος Παῦλος,
ἐκ τῶν ὑψίστων ἐδέξω τὸ θεῖον χάρισμα,
καὶ τοῦ δεινοῦ πολεμήτορος τὰ θράση,
τῇ πανοπλίᾳ τοῦ Σταυροῦ κατέβαλες,
ἀνάκτων τὸ καύχημα, Κωνσταντῖνε ἱσαπόστολε,
ὑπὲρ ἡμῶν πρὸς Κύριον ἱκέτευε,
τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Ἐκ τῆς στ΄ Ὠδῆς. Τὴν δέησιν ἐκχεῶ.
Πιστεύσασα ἐπὶ Κύριον ζῶντα,
τὸν τὸ εἶναι παρεχόμενον πᾶσι,
τῶν βδελυκτῶν, καὶ ματαῖων εἰδώλων,
νεκροποιὰ ἀπεβάλλου θρησκεύματα,
καὶ εἴληφας περιχαρῶς,
βασιλείαν Ἑλένη οὐράνιον.
Πηγή: Μηναῖον Μαΐου, «Φῶς» σελ. 178 & 182.