«Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον». Ἰησοῦς Χριστός (Ἰωάν. ιστ΄33).

Τρίτη 12 Ιουνίου 2018

Τῶν Ὁσίων Πατέρων ἡμῶν Ὀνουφρίου τοῦ Αἰγυπτίου καὶ Πέτρου τοῦ ἐν Ἄθῳ



Ἀπολυτίκιον Ἦχος α’. Τῆς ἐρήμου πολίτης.
Τῶν Ἀγγέλων τὸν βίον ἐν σαρκὶ μιμησάμενοι, 
ὤφθητε ἐρήμου πολῖται, καὶ χαρίτων κειμήλια, 
Ὀνούφριε Αἰγύπτου καλλονή, καὶ Πέτρε τῶν ἐν Ἄθῳ ὁ φωστήρ· 
διὰ τοῦτο τοὺς ἀγῶνας ὑμῶν ἀεί, τιμῶμεν ἀναμέλποντες· 
δόξα τῷ ἐνισχύσαντι ὑμᾶς, δόξα τῷ στεφανώσαντι, 
δόξα τῷ ἐνεργοῦντι δι’ ὑμῶν, πᾶσιν ἰάματα.

Κοντάκιον. Ἦχος πλ. δ’. Τῇ ὑπερμάχῳ.
Ὡς τῆς ἐρήμου πολιστὰς οὐρανοβάμονας
Καὶ δωρεῶν τῶν ὑπὲρ φύσιν καταγώγια,
Τὸν Ὀνούφριον ὑμνήσωμεν σὺν τῷ Πέτρῳ·
Ὁ μὲν ὤφθη ἐν Αἰγύπτῳ φοῖνιξ εὔκαρπος,
Ὁ δὲ ἔλαμψεν ἐν Ἄθῳ ὡς ἰσάγγελος·Τούτοις λέγοντες, θεοφόρητοι χαίρετε.

Μεγαλυνάριον.
Χαίροις τῆς Αἰγύπτου θεῖος πυρσός, 
Ὀνούφριε Πάτερ, νομοστάθμη ἡσυχαστῶν· 
χαίροις τῶν ἐν Ἄθῳ, ἀκρότης μάκαρ Πέτρε, 
Τριάδος τῆς Ἁγίας, ἐνδιαιτήματα.

Πηγή: synaxarion.gr