«Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον». Ἰησοῦς Χριστός (Ἰωάν. ιστ΄33).

Παρασκευή 29 Ιουνίου 2018

Τῶν Ἁγίων ἐνδόξων, πανευφήμων καὶ Πρωτοκορυφαίων Ἀποστόλων Πέτρου καὶ Παύλου



Ἀπολυτίκιον. Ἦχος γ’. Θείας πίστεως.

Θεῖοι κήρυκες, τῆς εὐσεβείας, 
κρήνη δίκρουνος, θεογνωσίας, 
καὶ δογμάτων οὐρανίων ἐκφάντορες, 
Πέτρε καὶ Παῦλε σαφῶς ἀνεδείχθητε, 
ὡς Ἀποστόλων τῶν θείων Πρωτόθρονοι. 
Ἀλλ’ αἰτήσασθε, σωτήριον ἡμῖν ἔλλαμψιν, 
καὶ λύτρωσιν παθῶν καὶ μέγα ἔλεος.


Κοντάκιον. Ἦχος γ’. Ἡ Παρθένος σήμερον.
Ἀποστόλων πρόκριτοι, καὶ κορυφαῖοι ὀφθέντες, 
οὐρανοὶ ὡς ἔμψυχοι, δόξαν Θεοῦ διηγοῦνται, 
Πέτρος μέν, ὁ τῆς ἀγάπης τοῦ Λόγου πλήρης, 
Παῦλος δέ, ὡς ἐκλογῆς Χριστοῦ σκεῦος θεῖον, 
καὶ ἀμφότεροι αἰτοῦνται, πᾶσι δοθῆναι πταισμάτων ἄφεσιν.


Μεγαλυνάριον.
Πέτρε θεῖον ἅρμα Χερουβικόν,
οὐράνιε Παῦλε, ὄχημά τε Σεραφικόν, 
ἡ πύρινος γλῶσσα, τοῦ Θεανθρώπου Λόγου, 
πυρός με τῆς γεέννης, ἀπολυτρώσασθε.

Πηγή: synaxarion.gr