Ἀπολυτίκιον Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Τοὺς τοῦ Ἄθω πατέρας καὶ ἀγγέλους ἐν σώματι,
Τοὺς τοῦ Ἄθω πατέρας καὶ ἀγγέλους ἐν σώματι,
Ὁμολογητὰς καὶ Ὁσίους, Ἱεράρχας
καὶ Μάρτυρας,
τιμήσωμεν ἐν ὕμνοις καὶ ᾡδαῖς,
μιμούμενοι αὐτῶν τὰς
ἀρετάς,
ἡ τοῦ Ὄρους πληθὺς πᾶσα τῶν Μοναστῶν,
κραυγάζοντες ὁμοφώνως·
δόξα τῷ ἁγιάσαντι ὑμᾶς,
δόξα τῷ στεφανώσαντι,
δόξα τῷ ἐν κινδύνοις ἡμῶν
ὑμᾶς προστάτας δείξαντι.
Κοντάκιον Ἦχος δ΄. Ὁ ὑψωθείς.
Τοὺς οὐρανώσαντας τὸ Ὄρος Πατέρας,
Κοντάκιον Ἦχος δ΄. Ὁ ὑψωθείς.
Τοὺς οὐρανώσαντας τὸ Ὄρος Πατέρας,
καὶ ὑποδείξαντας ἐν τούτῳ τὸν βίον,
Ἀγγέλων πολιτεύεσθαι, καὶ πλήθη Μοναχῶν,
ἐν αὐτῷ συνάξαντας,
ἀνευφημήσωμεν πάντας,
πρὸς αὐτοὺς κραυγάζοντες· ἀπὸ πάσης ἀνάγκης,
καὶ
ἐπηρείας ῥύσασθε ἡμᾶς,
πληθὺς Ὁσίων, τοῦ Ἄθω τὸ καύχημα.
Μεγαλυνάριον
Τοὺς τοῦ Ὄρους Ἄθω καθηγητάς,
Μοναστὰς Μιγάδας, Ἱεράρχας καὶ Ἀθλητάς,
Ὁμολογητάς τε, Ποιμένας καὶ Ὁσίους,
τῶν Μοναστῶν τὰ πλήθη, ὕμνοις τιμήσωμεν.
Πηγή: Νέος Ἐνιαύσιος Στέφανος, Μοναχοῦ Γερασίμου Μικραγιαννανίτου, σελ. 470.