Ἀπολυτίκιον. Ἦχος βαρύς.
Μεταμορφώθης
Μεταμορφώθης
ἐν τῷ ὄρει, Χριστὲ ὁ Θεός,
δείξας τοῖς Μαθηταῖς σου,
τὴν δόξαν σου
καθὼς ἠδύναντο·
λάμψον καὶ ἡμῖν τοῖς ἁμαρτωλοῖς,
τὸ φῶς σου τὸ ἀΐδιον,
πρεσβείαις τῆς Θεοτόκου,
Φωτοδότα δόξα σοι.
Κοντάκιον. Αὐτόμελον. Ἦχος βαρύς.
Ἐπὶ τοῦ ὄρους μεταμορφώθης,
Ἐπὶ τοῦ ὄρους μεταμορφώθης,
καὶ ὡς ἐχώρουν οἱ Μαθηταί σου,
τὴν δόξαν σου
Χριστὲ ὁ Θεὸς ἐθεάσαντο·
ἵνα ὅταν σὲ ἴδωσι σταυρούμενον,
τὸ μὲν πάθος
νοήσωσιν ἑκούσιον,
τῷ δὲ κόσμω κηρύξωσιν,
ὅτι σὺ ὑπάρχεις ἀληθῶς,
τοῦ
Πατρὸς τὸ ἀπαύγασμα.
Μεγαλυνάριον.
Θέλων ἐπιδεῖξαι τοῖς Μαθηταῖς,
Θέλων ἐπιδεῖξαι τοῖς Μαθηταῖς,
δύναμιν ἐξ ὕψους, καὶ σοφίαν παρὰ Πατρός,
ἐν
ὄρει ἀνῆλθες, Χριστὲ τῷ Θαβωρίῳ,
καὶ λάμψας ὡς Δεσπότης, τούτους
ἐφώτισας.
Πηγή: synaxarion.gr