«Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον». Ἰησοῦς Χριστός (Ἰωάν. ιστ΄33).

Τετάρτη 1 Αυγούστου 2018

Kαλή Παναγιά!



Θεοτοκία. 
 
Βάτος προεγνώσθης ἄφλεκτος, 
ἐν Σινᾷ τῷ ὄρει· 
ὄρος δὲ τὸ θεῖον, Δανιὴλ ἐφάνης· 
ἐξ οὗ ἀχειροτμήτως, ἐτμήθη ὁ ἄτμητος, 
Χριστὸς ἡ πέτρα τῆς ζωῆς, 
εἷς ὢν Υἱὸς, Θεογεννῆτορ ἐκ σοῦ. 

Νηστεύειν ἡμᾶς Ἁγνή, 
κακίας πάσης ἐνίσχυσον,
καὶ φαύλων καὶ πονηρῶν, 
ἀπέσχεσθαι πράξεων, 
ἀεὶ ἐνδυνάμωσον, 
προστασία πάντων, 
τῶν ἀνθρώπων χρηματίζουσα.  

Χαῖρε τὸ τεῖχος πάντων 
καὶ χαρά, Πανύμνητε·
χαῖρε τῶν περάτων ἡ ἐλπίς· 
χαῖρε βροτῶν ἡ καλλονή, 
καὶ τῶν Ἀγγέλων ἡ τερπνότης ἄχραντε· 
σὺ γὰρ τὸν μόνον Θεὸν σαρκὶ ἐκύησας.   
  
Πηγή: Μηναῖον Αὐγούστου, «Φῶς»,  σελ. 13,16,20.