Δοξαστικόν.
Ἦχος πλ. β'. Ἀνατολίου.
Ἀπόστολε Χριστοῦ,
Ἀπόστολε Χριστοῦ,
καὶ τῶν θείων δογμάτων Συγγραφεῦ,
καί τῆς
Ἐκκλησίας ἑδραίωμα·
σὺ ὡς ἀληθῶς,
τὰς ἐν ζόφῳ τῆς ἀγνωσίας καρδίας,
εἰσδυσάσας ἐν τῷ βυθῷ τῆς ἀπωλείας,
ἑλκύσας θεηγορίαις,
διέσωσας ὡς ἐκ
σάλου τρικυμίας,
ὀπαδὸς γενόμενος
τοῦ σκεύους τῆς ἐκλογῆς Παύλου,
ἀλλὰ
καὶ μιμητής.
Ὅθεν αἰτοῦμέν σε, Λουκᾶ ἀξιάγαστε,
τῶν Ἀντιοχέων τὸ
ἐγκαλλώπισμα.
Πρέσβευε τῷ Σωτῆρι καὶ Θεῷ
ὑπὲρ τῶν πίστει ἐκτελούντων
τὴν
ἀεισέβαστον μνήμην σου.
Πηγές: Μηναῖον Ὀκτωβρίου & http://glt.goarch.org