«Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον». Ἰησοῦς Χριστός (Ἰωάν. ιστ΄33).

Τρίτη 23 Οκτωβρίου 2018

Τοῦ Ἁγίου Ἀποστόλου Ἰακώβου τοῦ Ἀδελφοθέου, καὶ πρώτου Ἐπισκόπου Ἱεροσολύμων



Ἀπολυτίκιον. Ἦχος δ’.
Ὡς τοῦ Κυρίου Μαθητής, 
ἀνεδέξω δίκαιε τὸ Εὐαγγέλιον· 
ὡς Μάρτυς ἔχεις τὸ ἀπαράτρεπτον· 
τὴν παρρησίαν ὡς Ἀδελφόθεος· 
τὸ πρεσβεύειν ὡς Ἱεράρχης. 
Ἱκέτευε Χριστὸν τὸν Θεόν, 
σωθῆναι τὰς ψυχὰς ἡμῶν.


Κοντάκιοv. Ἦχος δ’. Ὁ ὑψωθεῖς ἐν τῷ Σταυρῷ.    
Ὁ τοῦ Πατρὸς μονογενὴς Θεὸς Λόγος, 
ἐπιδημήσας πρὸς ἡμᾶς ἐπ’ ἐσχάτων, 
τῶν ἡμερῶν Ἰάκωβε θεσπέσιε, 
πρῶτόν σε ἀνέδειξε, 
τῶν Ἱεροσολύμων, ποιμένα καὶ διδάσκαλον, 
καὶ πιστὸν οἰκονόμον,
 τῶν μυστηρίων τῶν πνευματικῶν. 
Ὅθεv σε πάντες τιμῶμεν Ἀπόστολε.



Μεγαλυνάριον.
Κλήσει ἀδελφόθεος πεφηνώς, 
Ἰάκωβε μάκαρ, τῶν ἀρρήτων μυσταγωγός, 
ἐν Σιὼν ἐδείχθης, καὶ πάθει σου τιμίῳ, 
τὸ ζωηφόρον πάθος, Χριστοῦ ἐδόξασας.

Πηγή:  synaxarion.gr