«Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον». Ἰησοῦς Χριστός (Ἰωάν. ιστ΄33).

Πέμπτη 1 Νοεμβρίου 2018

Τῶν Ἁγίων Ἀναργύρων


Ἀπολυτίκιον. Ἦχος πλ. δ’.
Ἅγιοι Ἀνάργυροι καὶ θαυματουργοί, 
ἐπισκέψασθε τὰς ἀσθενείας ἡμῶν· 
δωρεὰν ἐλάβετε, δωρεὰν δότε ἡμῖν.

Ἕτερον Ἀπολυτίκιον. Ἦχος γ’. Θείας πίστεως.
Θείου Πνεύματος, τῇ χειρουργίᾳ, 
θεραπεύετε, παντοίας νόσους, 
σὺν Κοσμᾷ Δαμιανὲ οἱ Ἀνάργυροι·
 ὁ γὰρ Σωτὴρ ἰατροὺς ὑμᾶς ἔδειξεν, 
εἰς περιποίησιν πάντων καὶ ἴασιν· 
ὅθεν ῥύσασθε, παθῶν δυσαλθῶν καὶ θλίψεων, 
τοὺς ποθῷ τῷ ναῷ ὑμῶν προστρέχοντας.


Κοντάκιον. Ἦχος δ’. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ἐκ τῆς Ἀσίας ὥσπερ δύο ἀστέρες, 
ἐξανατείλαντες Ἀνάργυροι θεῖοι, 
τῇ οἰκουμένῃ λάμπετε θαυμάτων ταῖς αὐγαῖς, 
νόσους μὲν ἰώμενοι, καὶ δεινὰς καχεξίας, 
χάριν δὲ παρέχοντες, τοῖς πιστοῖς εὐρωστίας, 
Δαμιανὲ θεόφρον καὶ Κοσμᾶ, 
χειμαζομένων, λιμένες πανεύδιοι.


Μεγαλυνάριον.
Οἷά περ θεράποντες ἰατροί, 
ψυχῶν καὶ σωμάτων, ἀσθενείας ὀδυνηράς, 
ἰάσασθε τάχος, ἀρρήτῳ ἐπισκέψει,
 ἡμῶν θαυματοβρύται, σοφοὶ Ἀνάργυροι.

Πηγή: synaxarion.gr