Στιχηρὰ τοῦ Ἁγίου Γεωργίου
Ἦχος πλ. α'
Χαίροις ἀσκητικῶν ἀληθῶς
Ἦχος πλ. α'
Χαίροις ἀσκητικῶν ἀληθῶς
Χαίρων αὐτοκινήτοις ὁρμαῖς,
πρὸς τοὺς ἀγῶνας ἀνδρικῶς προσεχώρησας,
καὶ πᾶσαν ἐκπλήξας φρένα, τῇ καρτερίᾳ τῇ σῇ,
τῶν τυράννων θράση
κατεπάτησας,
λαμπράν πρὸς Ἀγγέλων, διαγωγὴν μεταβέβηκας,
περιχορεύων,
σὺν αὐτοῖς καὶ γηθόμενος,
σῴζων πάντοτε, τοὺς πιστῶς σε γεραίροντας·
Μάρτυς ἐπιστασίαις σου, παμμάκαρ Γεώργιε,
καὶ συμπαθείᾳ πενήτων, τοῖς
ὀδυρμοῖς ἐπικλώμενος,
Χριστὸν ἱκετεύεις, τὸν παρέχοντα τῷ κόσμῳ
τὸ μέγα
ἔλεος.
Πηγή: ἐδῶ