Ἀπολυτίκιον. Ἦχος γ’. Θείας πίστεως.
Θείῳ
ἔρωτι ἐπτερωμένος,
τοῦ σὲ ψαύσαντος, χερσὶν ἀχράντοις,
θεοφόρος
ἀνεδείχθης Ἰγνάτιε·
καὶ ἐν τῇ Δύσει τελέσας τὸν δρόμον σου,
πρὸς τὴν
ἀνέσπερον λῆξιν ἐσκήνωσας.
Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε,
δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Κοντάκιον. Ἦχος γ’. Ἡ Παρθένος σήμερον.
Τῶν
λαμπρῶν ἀγώνων σου, ἡ φωτοφόρος ἡμέρα,
προκηρύττει ἅπασι, τὸν ἐκ
Παρθένου τεχθέντα,
τούτου γὰρ, διψῶν ἐκ πόθου κατατρυφῆσαι,
ἔσπευσας,
ὑπὸ θηρίων ἀναλωθῆναι·
διὰ τοῦτο Θεοφόρος, προσηγορεύθης,
Ἰγνάτιε
ἔνδοξε.
Μεγαλυνάριον.
Ὕδωρ
τὸ ἁλλόμενον εἰς ζωήν,
Ἰγνάτιε Πάτερ, θησαυρίσας ἐν τῇ ψυχῇ,
ἔσπευσας
τεθνάναι, ὑπὸ θηρῶ ἀγρίων·
διὸ τὴν μακαρίαν, ζωὴν ἐτρύγησας.
Πηγή: synaxarion.gr