Εἰς τὸν Στίχον, Στίχ. Προσόμοια.Ἦχος πλ. α' . Χαίροις ἀσκητικῶν ἀληθῶς
Χαίροις θεολογίας πηγή,
καὶ θεωρίας ὑψηλῆς ἐνδιαίτημα·
τὸν ἄνω βυθὸν γὰρ Πάτερ,
μετ’ εὐσεβοῦς λογισμοῦ,
ἐρευνήσας πᾶσι διετράνωσας,
τρισὶν ἐν Ἡλίοις,
μίαν φωτὸς εἶναι σύγκρασιν,
ἑνιζομένην, τῷ ταυτῷ τῆς Θεότητος,
τρισσουμένην δέ, ταῖς σεπταῖς ὑποστάσεσι·
βίου μὲν καθαρότητι,
λαμπρότητι λόγων δέ,
σέβειν διδάσκων Τριάδα, τὴν παναγίαν Θεόπνευστε·
παρ’ ἧς ἐκπεμφθῆναι ταῖς ψυχαῖς ἡμῶν δυσώπει,
τὸ μέγα ἔλεος.
Στίχ. Τὸ στόμα μου λαλήσει σοφίαν καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.
Αἴγλῃ
θεολογίας τῆς σῆς,
τὴν τῶν αἱρέσεων σκοτόμαιναν ἔλυσας·
πηγὴν γὰρ
ἀπαυγασμάτων, θεοσεβεῖ λογισμῷ,
Θεολόγε φθάσας καὶ θεόφρονι,
αὐγαῖς ταῖς
ἐκεῖθεν, ἐκδιδομέναις ὡμίλησας·
διαφανὲς γάρ, τὸν σὸν νοῦν ὥσπερ
ἔσοπτρον,
ἐργασάμενος, τὸ τρισσὸν τῆς Θεότητος,
Πάτερ φῶς καὶ ἀμέριστον,
ἐδέξω λαμπρότατα,
καὶ τήν ἀκτῖνα πλουσίως, τὴν ἑνιαίαν ἐχώρησας·
ἣν νῦν
ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι,
τὸ μέγα ἔλεος.
Στίχ. Στόμα δικαίου μελετήσει σοφίαν, καὶ ἡ γλῶσσα αὐτοῦ λαλήσει κρίσιν.
Χαίροις
ὁ ποταμὸς τοῦ Θεοῦ,
ὁ ἀεὶ πλήρης τῶν ὑδάτων τῆς χάριτος,
ὁ πᾶσαν
εὐφραίνων πόλιν, τοῦ Βασιλέως Χριστοῦ,
τοῖς ἐνθέοις λόγοις καὶ
διδάγμασι,
τρυφῆς ὁ χειμάρρους, τὸ ἀνεξάντλητον πέλαγος·
ὁ τῶν δογμάτων,
ἀκριβὴς φύλαξ ἔννομος·
ὁ θερμότατος, τῆς Τριάδος ὑπέρμαχος,
ὄργανον τὸ
τοῦ Πνεύματος, ὁ νοῦς ὁ ἐγρήγορος·
εὔηχος γλῶσσα τὸ βάθος, τὸ τῶν Γραφῶν
ἑρμηνεύουσα,
Χριστὸν νῦν δυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι,
τὸ μέγα
ἔλεος.
Πηγή: Μηναῖον Ἰανουαρίου & http://glt.goarch.org/