Στιχηρὰ τοῦ Ὁσίου
- Ἦχος πλ. δ' - Ὢ τοῦ παραδόξου θαύματος ΤΟ ΑΚΟΥΤΕ
Πάτερ θεόφρον Γεράσιμε,
Πάτερ θεόφρον Γεράσιμε,
ἀναπτερώσας τὸν νοῦν,
πρὸς Θεὸν διὰ πίστεως,
κοσμικῆς συγχύσεως,
ἐβδελύξω τὸ ἄστατον,
καὶ τὸν σταυρόν σου
ἀναλαβόμενος,
τῷ παντεπόπτῃ κατηκολούθησας,
σῶμα δυσήνιον, ἀγωγαῖς
ἀσκήσεως,
τῷ λογισμῷ σθένει δουλωσάμενος,
τοῦ θείου Πνεύματος.
Ἦχος πλ. δ'
Ὅσιε Πάτερ Γεράσιμε, ἐν ἐρημίαις ἀεί,
Ὅσιε Πάτερ Γεράσιμε, ἐν ἐρημίαις ἀεί,
καὶ σπηλαίοις καὶ ὄρεσι,
πίστει διαιτώμενος,
τὸν Θεὸν ἐξεζήτησας,
καὶ τοῦτον εὗρες, ὥσπερ
ἐπόθησας,
ἀνεπιστρόφῳ ψυχῇ νευρούμενος,
ταῖς ἀναβάσεσι, ταῖς καλαῖς
ἑκάστοτε,
καὶ Μοναστῶν, στίφη προσενήνοχας,
Χριστῷ σῳζόμενα.
Ἦχος πλ. δ'
Πάντα τὸν βίον διήνυσας, ἐν ἡσυχίᾳ πολλῇ,
Πάντα τὸν βίον διήνυσας, ἐν ἡσυχίᾳ πολλῇ,
καὶ ἐν πένθει καὶ δάκρυσι,
Μοναστῶν γενόμενος, ἀλείπτης διὰ πίστεως,
ἀκτημοσύνῃ κατακοσμούμενος,
καὶ ἐγκρατείᾳ ὡραϊζόμενος,
ξένος καὶ πάροικος, ἐπὶ γῆς δεικνύμενος·
ὅθεν
καλῶς, εὗρες τὴν ἀπόλαυσιν,
θεομακάριστε.
Θεοτοκίον - Ἦχος πλ. δ' - Ὢ τοῦ παραδόξου θαύματος ΤΟ ΑΚΟΥΤΕ
Σὲ δυσωποῦμεν πανάχραντε,
Σὲ δυσωποῦμεν πανάχραντε,
τὴν προστασίαν ἡμῶν.
Συσχεθέντας ἐν
θλίψεσι, μὴ παρίδῃς τέλεον,
ἀπολέσθαι τοὺς δούλους σου·
ἀλλά γε σπεῦσον,
τοῦ ἐξελέσθαι ἡμᾶς,
τῆς ἐνεστώσης ὀργῆς καὶ θλίψεως,
ὦ θεοδόξαστε,
Θεοτόκε ἄχραντε·
σὺ γὰρ ἡμῶν, τεῖχος καὶ βοήθεια
ἀκαταμάχητος.
Πηγή: Μηναῖον Μαρτίου & glt.goarch.org
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου