«Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον». Ἰησοῦς Χριστός (Ἰωάν. ιστ΄33).

Τρίτη 23 Απριλίου 2019

Μεγάλη Τρίτη







Ἦχος πλ. β' 
 
Ὅταν ἔλθῃς ἐν δόξῃ μετ' Ἀγγελικῶν Δυνάμεων,

καὶ καθίσῃς ἐν θρόνῳ Ἰησοῦ διακρίσεως,

μή με Ποιμὴν ἀγαθὲ διαχωρίσῃς·

ὁδοὺς δεξιὰς γὰρ οἶδας,

διεστραμμέναι δέ εἰσιν αἱ εὐώνυμοι·

μὴ οὖν ἐρίφοις με,

τὸν τραχὺν τῇ ἁμαρτίᾳ συναπολέσῃς·

ἀλλὰ τοῖς ἐκ δεξιῶν, συναριθμήσας προβάτοις,

σῶσόν με ὡς φιλάνθρωπος.



Ἦχος πλ. β' 
 
Ὁ Νυμφίος ὁ κάλλει ὡραῖος, παρὰ πάντας ἀνθρώπους,

ὁ συγκαλέσας ἡμᾶς, πρὸς ἑστίασιν πνευματικὴν τοῦ νυμφῶνός σου,

τὴν δυσείμονά μου μορφήν, τῶν πταισμάτων ἀπαμφίασον,

τῇ μεθέξει τῶν παθημάτων σου, καὶ στολὴν δόξης κοσμήσας,

τῆς σῆς ὡραιότητος, δαιτυμόνα φαιδρὸν ἀνάδειξον,

τῆς Βασιλείας σου ὡς εὔσπλαγχνος.



Ἦχος πλ. β' 
 
Ἰδού σοι τὸ τάλαντον, ὁ Δεσπότης ἐμπιστεύει ψυχή μου,

φόβῳ δέξαι τὸ χάρισμα, δάνεισαι τῷ δεδωκότι,

διάδος πτωχοῖς, καὶ κτῆσαι φίλον τὸν Κύριον,

ἵνα στῇς ἐκ δεξιῶν αὐτοῦ, ὅταν ἔλθῃ ἐν δόξῃ,

καὶ ἀκούσῃς μακαρίας φωνῆς.

Εἴσελθε δοῦλε, εἰς τὴν χαρὰν τοῦ Κυρίου σου.

Αὐτῆς ἀξίωσόν με, Σωτὴρ τὸν πλανηθέντα,

διὰ τὸ μέγα σου ἔλεος. 
 
Πηγή: ἐδῶ