Κανών α', ᾨδὴ θ', Τριῳδίου. Ἦχος β'. Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ψυχαῖς καθαραῖς, καὶ ἀρρυπώτοις χείλεσι,
δεῦτε μεγαλύνωμεν τὴν
ἀκηλίδωτον,
καὶ ὑπέραγνον Μητέρα τοῦ Ἐμμανουήλ,
δι' αὐτῆς τῷ ἐξ αὐτῆς,
προσφέροντες
πρεσβείαν τεχθέντι.
Φεῖσαι τῶν ψυχῶν ἡμῶν, Χριστὲ ὁ Θεός,
καὶ σῶσον ἡμᾶς».
Ἀγνώμων φανείς, καὶ πονηρὸς ζηλότυπος,
Ἀγνώμων φανείς, καὶ πονηρὸς ζηλότυπος,
δῶρον
ἀξιόθεον λογοπραγεῖ,
δι' οὗ ὀφειλέσιον ἐλύθη ἁμαρτημάτων,
καπηλεύων ὁ
δεινός,
Ἰούδας τὴν φιλόθεον χάριν.
Φεῖσαι τῶν ψυχῶν ἡμῶν, Χριστὲ ὁ Θεός,
καὶ σῶσον ἡμᾶς.
Λέγει πορευθείς, τοῖς παρανόμοις ἄρχουσι·
Λέγει πορευθείς, τοῖς παρανόμοις ἄρχουσι·
Τί μοι
δοῦναι θέλετε κᾀγὼ Χριστὸν ὑμῖν,
τὸν ζητούμενον, τοῖς θέλουσι παραδώσω;
οἰκειότητα Χριστοῦ, Ἰούδας ἀντωσάμενος χρυσοῦ.
Φεῖσαι τῶν ψυχῶν ἡμῶν,
Χριστὲ ὁ Θεός,
καὶ σῶσον ἡμᾶς.
Ὢ πηρωτικής, φιλαργυρίας ἄσπονδε!
Ὢ πηρωτικής, φιλαργυρίας ἄσπονδε!
λήθης ὅθεν ἔτυχες, ὅτι ψυχῆς,
ουδ' ὃς ἰσοστάσιος ὁ Κόσμος, ὡς ἐδιδάχθης·
ἀπογνώσει γὰρ σαυτόν, ἑβρόχισας ἀνάψας προδότα.
Φεῖσαι τῶν ψυχῶν ἡμῶν, Χριστὲ ὁ Θεός,
καὶ σῶσον ἡμᾶς.
Πηγή: ἐδῶ