Ἀπολυτίκιον. Ἦχος δ'. Ταχὺ προκατάλαβε.
Ἐν Λέσβῳ, ἀθλήσαντες, ὑπὲρ Χριστοῦ τοῦ Θεοῦ,
Ἐν Λέσβῳ, ἀθλήσαντες, ὑπὲρ Χριστοῦ τοῦ Θεοῦ,
αὐτὴν ἡγιάσατε, τῇ τῶν
Λειψάνων ὑμῶν,
εὑρέσει μακάριοι. Ὅθεν ὑμᾶς τιμῶμεν,
Ῥαφαὴλ θεοφόρε, ἅμα
σὺν Νικολάῳ
καὶ παρθένῳ Εἰρήνῃ, ὡς θείους ἡμῶν προστάτας
καὶ πρέσβεις
πρὸς Κύριον.
Κοντάκιον. Ἦχος δ'. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Οἱ ἐμφανῶς ὑπὲρ Χριστοῦ ἠθληκοτες,
Κοντάκιον. Ἦχος δ'. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Οἱ ἐμφανῶς ὑπὲρ Χριστοῦ ἠθληκοτες,
καὶ ὑπὸ γῆν χρόνοις πολλοῖς
κεκρυμμένοι,
ξενοπρεπῶς ἡμῖν ἐφανερωθησαν,
Ῥαφαὴλ Νικόλαος, καὶ Εἰρήνη ἡ
θεία,
καὶ οἱ συναθλήσαντες, μετ' αὐτῶν θεοφρόνως,
οὓς ὡς προστάτας καὶ
θαυματουργούς,
Ὁσιομαρτυρας, πάντες τιμήσωμεν.
Μεγαλυνάριον
Τοὺς Ὁσιομάρτυρας τοῦ Χριστοῦ,
Μεγαλυνάριον
Τοὺς Ὁσιομάρτυρας τοῦ Χριστοῦ,
Ῥαφαὴλ τὸν θεῖον, καὶ Νικόλαον τὸν
σεπτόν,
ἅμα σὺν Εἰρήνῃ, τῆς Λέσβου τοὺς προστάτας,
ὡς πᾶσι βοηθοῦντας,
ὕμνοις τιμήσωμεν.