Ἀπολυτίκιον.
Ἦχος πλ. β’.
Ἀγγελικαὶ Δυνάμεις ἐπὶ τὸ μνῆμά σου,
καὶ οἱ φυλάσσοντες ἀπενεκρώθησαν,
καὶ ἵστατο Μαρία, ἐν τῷ τάφῳ ζητοῦσα
τὸ ἄχραντόν σου σῶμα·
ἐσκύλευσας τὸν ᾍδην, μὴ πειρασθεὶς ὑπ’ αὐτοῦ,
ὑπήντησας τῇ Παρθένῳ, δωρούμενος τὴν ζωήν.
Ὁ ἀναστὰς ἐκ τῶν νεκρῶν, Κύριε δόξα σοι.
Ἕτερον Ἀπολυτίκιον τῶν Πατέρων. Ἦχος πλ. δ’.
Ὑπερδοξασμένος εἶ Χριστὲ ὁ Θεὸς ἡμῶν,
ὁ φωστῆρας ἐπὶ γῆς,
τοὺς Πατέρας ἡμῶν θεμελιώσας,
καὶ δι’ αὐτῶν,
πρὸς τὴν ἀληθινὴν πίστιν
πάντας ἡμᾶς ὁδηγήσας,
Πολυεύσπλαγχνε δόξα σοι.
Κοντάκιον.
Ἦχος πλ. δ’.
Τῶν Ἀποστόλων τὸ κήρυγμα,
καὶ τῶν Πατέρων τὰ δόγματα,
τῇ Ἐκκλησίᾳ μίαν τὴν πίστιν ἐσφράγισαν·
ἣ καὶ χιτῶνα φοροῦσα τῆς ἀληθείας,
τὸν ὑφαντὸν ἐκ τῆς ἄνω θεολογίας,
ὀρθοτομεῖ καὶ δοξάζει,
τῆς εὐσεβείας τὸ μέγα μυστήριον.
Μεγαλυνάριον.
Ὡς Υἱὸν καὶ Λόγον σε τοῦ Θεοῦ,
Σύνοδος ἡ Πρώτη, ὁμοούσιον τῷ Πατρί,
ὀρθῶς σε κηρύττει, τὸν δι’ ἡμᾶς παθόντα,
καὶ λύει τοῦ Ἀρείου, Σῶτερ τὸ φρύαγμα.
Πηγή: athoslibrary.blogspot.gr