«Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον». Ἰησοῦς Χριστός (Ἰωάν. ιστ΄33).

Δευτέρα 24 Ιουνίου 2019

Τὸ γενέσιον τοῦ Ἁγίου Ἰωάννου τοῦ Προδρόμου



Στιχηρὰ Ἰδιόμελα
Ἦχος δ'
Ἰωάννου Μοναχοῦ
Λύει τοῦ Ζαχαρίου τὴν σιωπήν, γεννηθεὶς ὁ Ἰωάννης· 
καὶ γὰρ οὐδὲ ἔπρεπε τὸν πατέρα σιωπᾶν,
 προελθούσης τῆς φωνῆς, 
ἀλλ' ὥσπερ ἀπιστηθεῖσαν, 
πρώην τὴν γλῶτταν ἔδησεν, 
οὕτω φανερωθεῖσαν, 
δοῦναι τῷ πατρὶ τὴν ἐλευθερίαν,
 ᾧ καὶ εὐηγγελίσθη, 
καὶ ἐγεννήθη φωνὴ τοῦ Λόγου, 
 καὶ φωτὸς Πρόδρομος, 
πρεσβεύων ὑπὲρ τῶν ψυχῶν ἡμῶν.  
 

Ἦχος δ'
Σήμερον ἡ φωνὴ τοῦ Λόγου, 
τὴν φωνὴν δι' ἀπιστίαν κρατουμένην, 
λύει τὴν πατρικήν, 
καὶ τῆς Ἐκκλησίας ἐμφαίνει τὴν εὐτεκνίαν, 
δεσμὰ τῆς στειρώσεως λύουσα μητρικά, 
ὁ λύχνος τοῦ φωτὸς προέρχεται, 
ἡ αὐγὴ τοῦ ἡλίου τῆς δικαιοσύνης, 
μηνύει τὴν ἔλευσιν, εἰς ἀνάπλασιν πάντων, 
καὶ σωτηρίαν τῶν ψυχῶν ἡμῶν. 

Ὅσιος Ἰωάννης ὁ Δαμασκηνός

____________________________________________



Δοξαστικὸν
Ἦχος πλ. δ'
Κασσίας Μοναχῆς
Ἡσαΐου νῦν τοῦ Προφήτου ἡ φωνή, 
σήμερον ἐν τῇ τοῦ μείζονος Προφητῶν κυήσει Ἰωάννου πεπλήρωται. 
Ἰδοὺ γὰρ φησιν ἀποστελῶ τὸν Ἄγγελόν μου πρὸ προσώπου σου, 
ὃς κατασκευάσει τὴν ὁδόν σου. 
Οὗτος οὖν ὁ τοῦ ἐπουρανίου Βασιλέως στρατιώτης 
προδραμών, ὡς ἀληθῶς εὐθείας ἐποίει, τὰς τρίβους τοῦ Θεοῦ ἡμῶν, 
ἄνθρωπος μέν τῇ φύσει, Ἄγγελος δὲ τὸν βίον ὑπάρχων· 
ἁγνείαν γὰρ παντελῆ, καὶ σωφροσύνην ἀσπασάμενος, 
εἶχε μὲν τὸ κατὰ φύσιν, ἔφυγε δὲ τὸ παρὰ φύσιν, 
ὑπὲρ φύσιν ἀγωνισάμενος· Αὐτὸν ἅπαντες πιστοί,
 ἐν ἀρεταῖς μιμούμενοι, πρεσβεύειν ὑπὲρ ἡμῶν δυσωπήσωμεν, 
εἰς τὸ σωθῆναι τὰς ψυχὰς ἡμῶν. 

Θεοτοκίον
Ἦχος πλ. δ'
Βλέπε τὴν Ἐλισάβετ, πρὸς τὴν Παρθένον Μαριὰμ διαλεγομένην· 
Τὶ παραγέγονας πρὸς με, ἡ Μήτηρ τοῦ Κυρίου μου; 
σὺ Βασιλέα βαστάζεις, κἀγὼ στρατιώτην, 
σὺ τόν νομοδότην, κἀγὼ τὸν νομοθέτην, 
σὺ τὸν Λόγον, κἀγὼ τὴν φωνήν, 
τὴν κηρύξασαν 
τὴν βασιλείαν τῶν οὐρανῶν.


Κασσία Μοναχὴ

Πηγή:  glt.goarch.org