«Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον». Ἰησοῦς Χριστός (Ἰωάν. ιστ΄33).

Δευτέρα 26 Αυγούστου 2019

Τῶν Ἁγίων Μαρτύρων Ἀδριανοῦ καὶ Ναταλίας, τῶν συζύγων



Ἀπολυτίκιον. Ἦχος γ’. Θείας πίστεως.
Ἀναφαίρετον, ὄλβον ἡγήσω, 
τὴν σωτήριον, πίστιν τρισμάκαρ, 
καταλιπὼν τὴν πατρῴαν ἀσέβειαν· 
καὶ τῷ Δεσπότῃ κατ’ ἴχνος ἑπόμενος,
 κατεπλουτίσθης ἐνθέοις χαρίσμασιν· 
Ἀδριανὲ ἔνδοξε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, 
ὁμοῦ σὺν Ναταλίᾳ τῇ θεόφρονι.




Κοντάκιον. Ἦχος δ’. Ἐπεφάνης σήμερον.
Γυναικὸς θεόφρονος τοὺς θείους λόγους, 
ἐν καρδίᾳ θέμενος, Ἀδριανὲ Μάρτυς Χριστοῦ, 
ἐν ταῖς βασάνοις προσέδραμες, 
σὺν τῇ συζύγῳ, τὸ στέφος δεξάμενος.




Μεγαλυνάριον.
Λόγοις σε ἀλείφουσαν πρὸς ζωήν, 
τὴν σύνευνον ἔχων, Ναταλίαν Ἀδριανέ, 
σὺν αὐτῇ ἐδρέψω, ἐπιτηδείως Μάρτυς,
 καρπὸν τὸν ζωηφόρον, ἀθλήσας ἄριστα.

Πηγή synaxarion.gr