Α΄ Ἐπιστολὴ πρὸς Τιμόθεον, β΄1-7.
1 Παρακαλῶ οὖν πρῶτον πάντων ποιεῖσθαι
δεήσεις, προσευχάς, ἐντεύξεις, εὐχαριστίας, ὑπὲρ πάντων ἀνθρώπων,
2 ὑπὲρ
βασιλέων καὶ πάντων τῶν ἐν ὑπεροχῇ ὄντων, ἵνα ἤρεμον καὶ ἡσύχιον βίον
διάγωμεν ἐν πάσῃ εὐσεβείᾳ καὶ σεμνότητι.
3 τοῦτο γὰρ καλὸν καὶ ἀπόδεκτον
ἐνώπιον τοῦ σωτῆρος ἡμῶν Θεοῦ,
4 ὃς πάντας ἀνθρώπους θέλει σωθῆναι καὶ
εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν.
5 εἷς γὰρ Θεός, εἷς καὶ μεσίτης Θεοῦ καὶ
ἀνθρώπων, ἄνθρωπος Χριστὸς Ἰησοῦς,
6 ὁ δοὺς ἑαυτὸν ἀντίλυτρον ὑπὲρ
πάντων, τὸ μαρτύριον καιροῖς ἰδίοις,
7 εἰς ὃ ἐτέθην ἐγὼ κῆρυξ καὶ
ἀπόστολος, - ἀλήθειαν λέγω ἐν Χριστῷ, οὐ ψεύδομαι, - διδάσκαλος ἐθνῶν ἐν
πίστει καὶ ἀληθείᾳ.
Ἅγιος Ἀπόστολος Παῦλος
Καινὴ Διαθήκη, σελ. 834-835 & myriobiblos.gr.